Tools
Commentary

1 Chronicles 23 — BRE

See Hebrew/Greek in BSB →

23Verse 1Καὶ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀνθʼ αὐτοῦ ἐπὶ Ἰσραήλ.Verse 2καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας.Verse 3Καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.Verse 4Ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι,Verse 5καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τώσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν ὀργάνοιν οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ κυρίῳ.Verse 6καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευῖ, τῷ Γεδσών, Καάθ, καὶ Μαραρί·Verse 7καὶ τῷ Γεδσὼν, Ἐδὰν, καὶ Σεμεΐ.Verse 8γἱοὶ τῷ Ἐδάν, ἄρχων Ἰεϊὴλ, καὶ Ζηθὸμ, καὶ Ἰωήλ, καὶ τρεῖς.Verse 9γἱοὶ Σεμεῒ, Σαλωμὶθ, Ἰεϊὴλ, καὶ Δὰν, τρεῖς· οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν·Verse 10καὶ τοῖς υἱοῖς Σεμεΐ· Ἰὲθ, καὶ Ζιζὰ, καὶ Ἰῶας, καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ, τέσσαρες.Verse 11καὶ ἦν Ἰὲθ ὁ ἄρχων· καὶ Ζιζὰ ὁ δεύτερος· καὶ Ἰωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς, καὶ ἐγένετο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.Verse 12γἱοὶ Καάθ, Ἀμβρὰμ, Ἰσαάρ, Χεβρών, Ὀζιὴλ, τέσσαρες.Verse 13γἱοὶ Ἀμβρὰμ, Ἀαρὼν καὶ Μωυσῆς· καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾷν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.Verse 14Καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί.Verse 15γἱοὶ Μωυσῆ, Γηρσὰμ, καὶ Ἐλιέζερ.Verse 16γἱοὶ Γηρσὰμ, Σουβαὴλ ὁ ἄρχων.Verse 17Καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ, Ῥαβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ἐλιέζερ υἱοὶ ἕτεροι· καὶ υἱοὶ Ῥαβιὰ ηὐξήθησαν εἰς ὕψος.Verse 18γἱοὶ Ἰσαάρ, Σαλωμὼθ ὁ ἄρχων.Verse 19γἱοὶ Χεβρὼν, Ἰεριὰ ὁ ἄρχων, Ἀμαριὰ ὁ δεύτερος, Ἱεζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος.Verse 20γἱοὶ Ὀζιὴλ, Μιχὰ ὁ ἄρχων, καὶ Ἰσιὰ ὁ δεύτερος.Verse 21γἱοὶ Μεραρί, Μοολὶ καὶ Ὁ Μουσί· υἱοὶ Μοολὶ, Ἐλεαζαρ, καὶ Κείς. καὶ Κίς.Verse 22Καὶ ἀπέθανεν Ἐλεάζαρ· καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ, ἀλλʼ ἢ θυγατέρες· καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν.Verse 23Υἱοὶ Μουσὶ, Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰαριμὼθ, τρεῖς.Verse 24Οὗτοι υἱοὶ Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργείας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.Verse 25Ὅτι εἶπε Δαυὶδ, κατέπαυσε Κύριος ὁ Θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἱερουσαλὴμ ἕως αἰῶνος.Verse 26Καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργείαν αὐτῆς·Verse 27Ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω·Verse 28Ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ Ἀαρὼν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς, καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργείας οἴκου τοῦ Θεοῦ,Verse 29καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον,Verse 30καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτω τοεσπέρας·Verse 31Καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμὸν, κατὰ τὴν κρίσιν ἐπʼ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ.Verse 32Καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὴν φυλακὴν τοῦ ἁγίου, καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?