Tools
Commentary

1 Chronicles 7 — BRE

See Hebrew/Greek in BSB →

7Verse 1Καὶ τοῖς υἱοῖς Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἰασοὺβ, καὶ Σεμερὼν, τέσσαρες.Verse 2Καὶ υἱοὶ Θωλὰ, Ὀζὶ, Ῥαφαΐα, καὶ ʼΙεριὴλ, καὶ ʼΙαμαῒ, καὶ ʼΙεμασὰν, καὶ Σαμουὴλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλὰ, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν, ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ, εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.Verse 3Καὶ υἱοὶ ʼΟζὶ, ʼΙεζραῒα· καὶ υἱοὶ ʼΙεζραΐ, Μιχαὴλ, ʼΑβδιοὺ, καὶ ʼΙωὴλ, καὶ ʼΙεσία, πέντε, ἄρχοντες πάντες.Verse 4Καὶ ἐπʼ αὐτῶν, κατὰ γενέσεις αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον, τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.Verse 5Καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσάχαρ, καὶ ἰσχυροὶ δυνάμει, ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.Verse 6Υἱοὶ Βενιαμὶν, καὶ Βαλὲ, καὶ Βαχὶρ, καὶ ʼΙεδιὴλ, τρεῖς.Verse 7Καὶ υἱοὶ Βαλὲ, ʼΕσεβὼν, καὶ Ὀζὶ, καὶ Ὀζιὴλ, καὶ Ἰεριμοὺθ, καὶ Οὐρὶ, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει· καὶ ὁ ἀριθμὸς αὐτῶν, εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες.Verse 8Καὶ υἱοὶ Βαχὶρ, Ζεμιρὰ, καὶ Ἰωὰς, καὶ Ἐλιέζερ, καὶ Ἐλιθενὰν, καὶ Ἀμαρία, καὶ ʼΙεριμοὺθ, καὶ Ἀβιοὺδ, καὶ Ἀναθὼθ, καὶ ʼΕληεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ.Verse 9Καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι.Verse 10Καὶ υἱοὶ ʼΙεδιὴλ, Βαλαάν· καὶ υἱοὶ Βαλαὰν, Ἰαοὺς, καὶ Βενιαμὶν, καὶ Ἀὼθ, καὶ Χανανὰ, καὶ Ζαιθὰν, καὶ Θαρσὶ, καὶ Ἀχισαάρ.Verse 11Πάντες οὗτοι υἱοὶ ʼΙεδιὴλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει, ἑπτα καίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει πολεμεῖν.Verse 12Καὶ Σαπφὶν, καὶ Ἀπφὶν, καὶ υἱοὶ Ὢρ, ʼΑσὼμ, υἱὸς αὐτοῦ Ἀόρ.Verse 13Υἱοὶ Νεφθαλὶ, Ἰασιὴλ, Γωνὶ, καὶ Ἀσὴρ, καὶ Σελλοὺμ, υἱοὶ αὐτοῦ, Βαλὰμ υἱὸς αὐτοῦ.Verse 14Υἱοὶ Μανασσῆ, Ἐσριὴλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα, ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ.Verse 15Καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ Ἀπφὶν καὶ Σαπφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχὰ, καὶ ὄνομα τῷ δευτέρῳ Σαπφαάδ· ἐγεννήθησαν δὲ τῷ Σαπφαὰδ θυγατέρες.Verse 16Καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σοῦρος· υἱοὶ αὐτοῦ Οὐλὰμ, καὶ ʼΡοκόμ.Verse 17Καὶ υἱοὶ Οὐλὰμ, Βαδάμ· οὗτοι υἱοὶ Γαλαὰδ, υἱοῦ Μαχὶρ, υἱοῦ Μανασσῆ.Verse 18Καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν Ἰσοὺδ, καὶ τὸν Ἀβιέζερ, καὶ τὸν Μαελά.Verse 19Καὶ ἦσαν υἱοὶ Σεμιρὰ, ʼΑῒμ, καὶ Συχὲμ, καὶ Λακὶμ, καὶ Ἀνιάν.Verse 20Καὶ υἱοὶ Ἐφραὶμ, Σωθαλὰθ, καὶ Βαρὰδ υἱὸς αὐτοῦ, καὶ Θαὰθ υἱὸς αὐτοῦ, ʼΕλαδὰ υἱὸς αὐτοῦ, Σαὰθ υἱὸς αὐτοῦ,Verse 21καὶ Ζαβὰδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ, καὶ ʼΑζὲρ, καὶ ʼΕλεάδ· καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν.Verse 22Καὶ ἐπένθησεν Ἐφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς· καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν.Verse 23Καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ, καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βεριὰ, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου.Verse 24Καὶ ἡ θυγάτηρ αὐτοῦ Σαραά· καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις· καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω· καὶ υἱοὶ Ὀζὰν Σεηρὰ,Verse 25καὶ Ῥαφὴ υἱὸς αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ.Verse 26Τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς Ἀμιοὺδ, υἱὸς Ἐλισαμαῒ,Verse 27υἱὸς Νοὺν, υἱὸς Ἰησουὲ, υἱοὶ αὐτοῦ.Verse 28Καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατʼ ἀνατολὰς Νοαρὰν, πρὸς δυσμαῖς Γάζερ καὶ αἱ κῶμαι αὐτῆς, καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γάζης, καὶ αἱ κῶμαι αὐτῆς,Verse 29καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ, Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς· ἐν ταύτῃ κατῴκησαν υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ.Verse 30Υἱοὶ Ἀσὴρ, Ἰεμνὰ, καὶ Σουΐα, καὶ Ἰσουῒ, καὶ Βεριὰ, καὶ Σορὲ ἀδελφὴ αὐτῶν.Verse 31Καὶ υἱοὶ Βεριὰ, Χάβερ, καὶ Μελχιήλ· οὗτος πατὴρ Βερθαΐθ.Verse 32Καὶ Χάβερ ἐγέννησε τὸν Ἰαφλὴτ, καὶ τὸν Σαμὴρ, καὶ τὸν Χωθὰν, καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν.Verse 33Καὶ υἱοὶ Ἰαφλὴτ, Φασὲκ, καὶ Βαμαὴλ, καὶ Ἀσίθ· οὗτοι υἱοὶ Ἰαφλήτ.Verse 34Καὶ υἱοὶ Σεμμὴρ, Ἀχὶρ, καὶ Ῥοογὰ, καὶ ʼΙαβὰ, καὶ Αρὰμ,Verse 35καὶ Βανὴ ʼΕλὰμ ἀδελφοῦ αὐτοῦ Σωφὰ, καὶ ʼΙμανὰ, καὶ Σελλὴς, καὶ ʼΑμάλ.Verse 36Υἱοὶ Σωφὰς, Σουὲ, καὶ Ἁρναφὰρ, καὶ Σουδὰ, καὶ Βαρὶν, καὶ ʼΙμρὰν,Verse 37καὶ Βασὰν, καὶ ʼΩὰ, καὶ Σαμὰ, καὶ Σαλισὰ, καὶ ʼΙεθρὰ, καὶ Βεηρά.Verse 38Καὶ υἱοὶ Ἰεθὴρ, Ἰεφινὰ, καὶ Φασφὰ, καὶ Ἀρά.Verse 39καὶ υἱοὶ ʼΟλὰ, Ὀρὲχ, Ἀνιὴλ, καὶ Ῥασιά.Verse 40Πάντες οὗτοι υἱοὶ Ἀσὴρ, πάντες ἄρχοντες πατριῶν, ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?