1 Esdras 9 — BRE

9Verse 1Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ, ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνὰν τοῦ Ἐλιασίβου.Verse 2Καὶ αὐλισθεὶς ἐκεῖ, ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.Verse 3Καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἱερουσαλήμ.Verse 4Καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις, κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.Verse 5Καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἱερουσαλήμ· οὗτος ὁ μὴν ἔννατος, τῇ εἰκάδι τοῦ μηνός.Verse 6Καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ, τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.Verse 7Καὶ ἀναστὰς Ἔσδρας εἶπεν αὐτοῖς, ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι, τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.Verse 8Καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν,Verse 9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ, καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.Verse 10Καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος, καὶ εἶπον μεγάλῃ τῇ φωνῇ, οὕτως ὡς εἴρηκας, ποιήσομεν.Verse 11Ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινὴ, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι· καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.Verse 12Στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον,Verse 13ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.Verse 14Ἰωνάθας Ἀζαήλου, καὶ Ἐζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα· καὶ Μοσόλλαμος, καὶ Λευὶς, καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.Verse 15Καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας·Verse 16καὶ ἐπελέξατο αὐτῷ Ἔσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου, ἐτάσαι τὸ πρᾶγμα.Verse 17Καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς, ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.Verse 18Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες,Verse 19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ τῶν ἀδελφῶν αὐτοῦ, Μαθήλας, καὶ Ἐλεάζαρος, καὶ Ἰώριβος, καὶ Ἰωαδάνος.Verse 20Καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν· καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.Verse 21Καὶ ἐκ τῶν υἱῶν Ἐμμὴρ, Ἀνανίας, καὶ Ζαβδαίος, καὶ Μάνης, καὶ Σαμαῖος, καὶ Ἱερεὴλ, καὶ Ἀζαρίας·Verse 22καὶ ἐκ τῶν υἱῶν Φαισοὺρ, Ἐλιωναῒς, Μασσίας, Ἰσμαῆλος, καὶ Ναθαναῆλος, καὶ Ὠκόδηλος, καὶ Σαλόας.Verse 23Καὶ ἐκ τῶν Λευιτῶν, Ἰωζαβάδος, καὶ Σεμεῒς, καὶ Κώϊος (οὗτός ἐστι Καλιτὰς), καὶ Παθαῖος, καὶ Ἰούδας, καὶ Ἰωνάς.Verse 24Ἐκ τῶν ἱεροψαλτῶν, Ἐλιάσαβος, Βακχοῦρος.Verse 25Ἐκ τῶν θυρωρῶν, Σαλοῦμος, καὶ Τολβάνης.Verse 26Ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φόρος, Ἱερμὰς, καὶ Ἰεζίας, καὶ Μελχίας, καὶ Μαῆλος, καὶ Ἐλεάζαρος, καὶ Ἀσεβίας, καὶ Βαναίας.Verse 27Ἐκ τῶν υἱῶν Ἠλὰ, Ματθανίας, Ζαχαρίας, καὶ Ἰεζριῆλος, καὶ Ἰωαβδίος, καὶ Ἱερεμὼθ, καὶ Ἀϊδίας.Verse 28Καὶ ἐκ τῶν υἱῶν Ζαμὼθ, Ἐλιαδὰς, Ἐλιάσιμος, Ὀθονίας, Ἰαριμὼθ, καὶ Σάβαθος, καὶ Ζεραλίας.Verse 29Καὶ ἐκ τῶν υἱῶν Βηβαῒ, Ἰωάννης, καὶ Ἀνανίας, καὶ Ἰωζάβδος, καὶ Ἀμαθίας.Verse 30Ἐκ τῶν υἱῶν Μανὶ, Ὠλαμὸς, Μαμοῦχος, Ἰεδαῖος, Ἰασούβος, καὶ Ἰασαῆλος, καὶ Ἱερεμώθ.Verse 31Καὶ ἐξ υἱῶν Ἀδδὶ, Νάαθος, καὶ Μοοσίας, Λακκοῦνος, καὶ Ναΐδος, Ματθανίας, καὶ Σεσθὴλ, καὶ Βαλνούος, καὶ Μανασσίας.Verse 32Καὶ ἐκ τῶν υἱῶν Ἀνὰν, Ἐλιωνὰς, καὶ Ἀσαΐας, καὶ Μελχίας, καὶ Σαββαῖος, καὶ Σίμων Χοσαμαίος.Verse 33Καὶ ἐκ τῶν υἱῶν Ἀσὸμ, Ἀλταναῖος, καὶ Ματταθίας, καὶ Σαβανναῖος, καὶ Ἐλιφαλὰτ, καὶ Μανασσῆς, καὶ Σεμεΐ.Verse 34Καὶ ἐκ τῶν υἱῶν Βαανὶ, Ἱερεμίας, Μομδίος, Ἰσμαῆρος, Ἰουὴλ, Μαβδαῒ, καὶ Πεδίας, καὶ Ἄνως, Ῥαβασίων, καὶ Ἐνάσιβος, καὶ Μαμνιτάναιμος, Ἐλίασις, Βαννοὺς, Ἐλιαλὶ, Σομεῒς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρὰ, Σεσὶς, Ἐσρὶλ, Ἀζαῆλος, Σαματὸς, Ζαμβρὶ, Ἰώσηφος.Verse 35Καὶ ἐκ τῶν υἱῶν Ἐθμὰ, Μαζιτίας, Ζαβαδαίας, Ἠδαῒς, Ἰουὴλ, Βαναίας.Verse 36Πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.Verse 37Καὶ κατῴκησαν οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτων.Verse 38Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος,Verse 39καὶ εἶπεν Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ, κόμισαι τὸν νόμον Μωυσῆ, τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ Ἰσραήλ.Verse 40Καὶ ἐκόμισεν Ἔσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς, καὶ πᾶσι τοῖς ἱερεῦσιν, ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός.Verse 41Καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν· καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.Verse 42Καὶ ἔστη Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος.Verse 43Καὶ ἔστησαν παρʼ αὐτῷ Ματταθίας, Σαμμοὺς, Ἀνανίας, Ἀζαρίας, Οὐρίας, Ἐζεκίας, Βαάλσαμος, ἐκ δεξιῶν·Verse 44καὶ ἐξ εὐωνύμων Φαλδαῖος, καὶ Μισαὴλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας.Verse 45Καὶ ἀναλαβὼν Ἔσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους, προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων.Verse 46Καὶ ἐν τῷ λῦσαι τὸν νόμον, πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἔσδρας τῷ Κυρίῳ Θεῷ ὑψίστῳ Θεῷ σαβαὼθ παντοκράτορι.Verse 47Καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ.Verse 48Ἰησοῦς, καὶ Ἀννιοὺθ, καὶ Σαραβίας, καὶ Ἰαδινὸς, καὶ Ἰάκουβος, Σαβαταῖος, Αὐταίας, Μαιάννας, καὶ Καλίτας, Ἀζαρίας, καὶ Ἰώζαβδος, καὶ Ἀνανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.Verse 49Καὶ εἶπεν Ἀτθαράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ, καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας,Verse 50ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου·Verse 51βαδίσαντες οὖν φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν·Verse 52ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς.Verse 53Καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ, λέγοντες ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.Verse 54Καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι, καὶ εὐφρανθῆναι μεγάλως,Verse 55ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?