Tools
Commentary

2 Chronicles 2 — BRE

See Hebrew/Greek in BSB →

2Verse 1Καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπʼ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.Verse 2Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου, λέγων, ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου, καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,Verse 3καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾷν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διαπαντὸς, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διαπαντὸς τοπρωῒ καὶ τοδείλης, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.Verse 4Καὶ ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας Κύριος ὁ Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.Verse 5Καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴς δόξαν αὐτοῦ· καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλʼ ἢ τοῦ θυμιᾷν κατέναντι αὐτοῦ.Verse 6Καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ, καὶ ἐν τῷ ἀργυρίῳ, καὶ ἐν τῷ χαλκῷ, καὶ ἐν τῷ σιδήρῳ, καὶ ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.Verse 7Καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μουVerse 8πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.Verse 9Καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα, εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας, καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.Verse 10Καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ, καὶ ἀνέστειλε πρὸς Σαλωμὼν, λέγων, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ, ἔδωκέ σε ἐπʼ αὐτοὺς βασιλέα.Verse 11Καὶ εἶπε Χιρὰμ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν, καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ, καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.Verse 12Καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου,Verse 13ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δὰν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ, καὶ ἐν ἀργυρίῳ, καὶ ἐν χαλκῷ, καὶ ἐν σιδήρῳ, καὶ ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐν τῇ βύσσῳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφὰς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου, καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.Verse 14Καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν, καὶ τὸ ἔλαιον, καὶ τὸν οἶνον ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.Verse 15Καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου, καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἱερουσαλήμ.Verse 16Καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.Verse 17Καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων, καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?