Daniel (Greek) 2 — BRE

2Verse 1Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας, ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.Verse 2Καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς Χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.Verse 3Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, ἑνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου, τοῦ γνῶναι τὸ ἐνύπνιον.Verse 4Καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστὶ, βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.Verse 5Ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις, ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται.Verse 6Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.Verse 7Ἀπεκρίθησαν δεύτερον, καὶ εἶπαν, ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.Verse 8Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, ἐπʼ ἀληθείας οἶδα ἐγὼ, ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε· καθότι ἴδετε, ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ ῥῆμα.Verse 9Ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.Verse 10Ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως, καὶ λέγουσιν, οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν μάγον καὶ Χαλδαῖον·Verse 11Ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλʼ οἱ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.Verse 12Τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος.Verse 13Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο· καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.Verse 14Τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος,Verse 15ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ ὁ Ἀριὼχ τὸ ῥῆμα τῷ Δανιήλ.Verse 16Καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελῇ τῷ βασιλεῖ.Verse 17Καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισε.Verse 18Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.Verse 19Τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ, καὶ εἶπεν,Verse 20Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι.Verse 21Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν,Verse 22αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετʼ αὐτοῦ ἐστι·Verse 23Σοὶ ὁ Θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι, καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.Verse 24Καὶ ἦλθε Δανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ, τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ.Verse 25Τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ, εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.Verse 26Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ ἴδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;Verse 27Καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπε, τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ·Verse 28Ἀλλʼ ἤ ἐστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ, ἃ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι,Verse 29βασιλεῦ· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι.Verse 30Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλʼ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.Verse 31Σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά.Verse 32Εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,Verse 33αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν, καὶ μέρος δέ τι ὀστράκινον.Verse 34Ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.Verse 35Τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγενήθη ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.Verse 36Τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.Verse 37Σὺ βασιλεῦ βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκενVerse 38ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.Verse 39Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς,Verse 40καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.Verse 41Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ.Verse 42Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον.Verse 43Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων, καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου.Verse 44Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται, λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας·Verse 45Ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.Verse 46Τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ τῷ Δανιὴλ προσεκύνησε, καὶ μαναὰ καὶ εὐωδίας εἶπε σπεῖσαι αὐτῷ.Verse 47Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, εἶπε τῷ Δανιήλ, ἐπʼ ἀληθείας ὁ Θεὸς ὑμῶν, αὐτός ἐστι Θεὸς θεῶν, καὶ Κύριος τῶν βασιλέων, ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνάσθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.Verse 48Καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ, καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.Verse 49Καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?