Exodus 1 — BRE
1Verse 1ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν.Verse 2Ῥουβὴν, Συμεών, Λευὶ, Ἰούδας,Verse 3Ἰσσάχαρ, Ζαβουλὼν, Βενιαμὶν,Verse 4Δὰν, καὶ Νεφθαλὶ, Γὰδ, καὶ Ἀσήρ.Verse 5Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ· ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ, πέντε καὶ ἑβδομήκοντα.Verse 6Ἐτελεύτησε δὲ Ἰωσὴφ, καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.Verse 7Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς.Verse 8Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.Verse 9Εἶπε δὲ τῷ ἔθνει αὐτοῦ, ἰδοὺ τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς.Verse 10Δεῦτε οὖν κατασοφισώμεθα αὐτοὺς, μήποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους, καὶ ἐκπολεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς.Verse 11Καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραῷ, τήν τε Πειθὼ, καὶ Ῥαμεσσῆ, καὶ Ὢν, ἥ ἐστιν Ἡλιού πολις.Verse 12Καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ.Verse 13Καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ.Verse 14Καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.Verse 15Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἐβραίων, τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά·Verse 16Καὶ εἶπεν, ὅταν μαιοῦσθε τὰς Ἐβραίας, καὶ ὦσι πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό· ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.Verse 17Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.Verse 18Ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας, καὶ εἶπεν αὐταῖς, τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο, καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;Verse 19Εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραῷ, οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Ἐβραῖαι· τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.Verse 20Εὖ δὲ ἐποίει ὁ Θεὸς ταῖς μαίαις· καὶ ἐπλήθυνεν ὁ λαὸς, καὶ ἴσχυε σφόδπα.Verse 21Ἐπεὶ δὲ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεὸν, ἐποίησαν ἑαυταῖς οἰκίας.Verse 22Συνέταξε δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων, πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.