Tools
Commentary

Genesis 13 — BRE

See Hebrew/Greek in BSB →

13Verse 1Ἀνέβη δὲ Ἅβραμ ἐξ Αἰγύπτου αὐτὸς, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετʼ αὐτοῦ, εἰς τὴν ἔρημον.Verse 2Ἅβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ.Verse 3Καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,Verse 4εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχὴν, καὶ ἐπεκαλέσατο ἐκεῖ Ἅβραμ τὸ ὄνομα τοῦ Κυρίου.Verse 5Καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ Ἅβραμ ἦν πρόβατα, καὶ βόες, καὶ σκηναί.Verse 6Καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά· καὶ οὐκ ἐχώρει αὐτοὺδ ἡ γῆ κατοικεῖν ἅμα.Verse 7Καὶ ἐγενετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἅβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.Verse 8Εἶπε δὲ Ἅβραμ τῷ Λὼτ, μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σοῦ, ὅτι ἄνθρωποι ἀδελφοὶ ἐσμὲν ἡμεῖς.Verse 9Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπʼ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά.Verse 10Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.Verse 11Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου· καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν· καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.Verse 12Ἅβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις.Verse 13Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.Verse 14Ὁ δὲ Θεὸς εἶπε τῷ Ἅβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπʼ αὐτοῦ, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ πρὸς βοῤῥὰν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·Verse 15ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.Verse 16Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.Verse 17Ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος· ὅτι σοι δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.Verse 18Καὶ ἀποσκηνώσας Ἅβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρὼμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?