Tools
Commentary

Genesis 29 — BRE

See Hebrew/Greek in BSB →

29Verse 1Καὶ ἐξᾴρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας, μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.Verse 2Καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ· ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπʼ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος.Verse 3Καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια· καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.Verse 4Εἶπε δὲ αὐτοῖς Ἰακὼβ, ἀδελφοὶ, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαῤῥὰν ἐσμέν.Verse 5Εἶπε δὲ αὐτοῖς, γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν·Verse 6Εἶπε δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει· καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.Verse 7Καὶ εἶπεν Ἰακὼβ, ἔτι ἐστὶν ἡμέρα πολλὴ· οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε.Verse 8Οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα, ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.Verse 9Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.Verse 10Ἐγένετο δὲ ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν, τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.Verse 11Καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.Verse 12Καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί· καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.Verse 13Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.Verse 14Καὶ εἶπεν αὐτῷ Λάβαν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετʼ αὐτοῦ μῆνα ἡμερῶν.Verse 15Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σου ἐστί;Verse 16Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι, Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ, Ῥαχήλ.Verse 17Οἱ δὲ ὀφθάλμοὶ Λείας, ἀσθενεῖς· Ῥαχῆλ δὲ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφάδρα.Verse 18Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχήλ· καὶ εἶπε, δουλεύσω σοι ἑπτὰ ἔτη περὶ τῆς Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.Verse 19Εἶπε δὲ αὐτῷ Λάβαν, βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετʼ ἐμοῦ.Verse 20Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη· καὶ ἤσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.Verse 21Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι ὅπως εἰσέλθω πρὸς αὐτήν.Verse 22Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον.Verse 23Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν πρὸς Ἰακὼβ, καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.Verse 24Ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην.Verse 25Ἐγένετο δὲ πρωῒ, καὶ ἰδοὺ ἦν Λεία· εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοι; καὶ ἱνατί παρελογίσω με;Verse 26Ἀπεκρίθη δὲ Λάβαν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν.Verse 27Συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρʼ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα.Verse 28Ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.Verse 29Ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην.Verse 30Καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.Verse 31Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.Verse 32Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.Verse 33Καὶ συνέλαβε πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Συμεών.Verse 34Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Λευεί.Verse 35Καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν, καὶ εἶπε, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰούδαν· καὶ ἔστη τοῦ τίκτειν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?