Tools
Commentary

Judges 17 — BRE

See Hebrew/Greek in BSB →

17Verse 1Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Μιχαίας.Verse 2Καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, οἱ χίλιοι καὶ ἑκατὸν οὗς ἔλαβες ἀργυρίου σεαυτῇ, καί με ἠράσω, καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρʼ ἐμοὶ, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ, εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ.Verse 3Καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ, ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτὸν, καὶ νῦν ἀποδώσω αὐτό σοι.Verse 4Καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου, καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία.Verse 5Καὶ ὁ οἶκος Μιχαία αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφίν· καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.Verse 6Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.Verse 7Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεέμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ.Verse 8Καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ· καὶ ἦλθεν ἕως ὄρους Ἐφραὶμ, καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.Verse 9Καὶ εἶπεν αὐτῷ Μιχαίας, πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτὸν, Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.Verse 10Καὶ εἶπεν αὐτῷ Μιχαίας, κάθου μετʼ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν, καὶ στολὴν ἱματίων, καὶ τὰ πρὸς ζωήν σου.Verse 11Καὶ ἐπορεύθη ὁ Λευίτης, καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί· καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ.Verse 12Καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία.Verse 13Καὶ εἶπε Μιχαίας, νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?