Lamentations 5 — BRE
5Verse 1Μνήσθητι Κύριε, ὅ, τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον, καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.Verse 2Κληρονομία ἡμῶν μετεστράθη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.Verse 3Ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατὴρ, μητέρες ἡμῶν ὡς αἱ χῆραι.Verse 4Ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν·Verse 5ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.Verse 6Αἴγυπτος ἔδωκε χεῖρα, Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.Verse 7Οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.Verse 8Δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.Verse 9Ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.Verse 10Τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.Verse 11Γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ἰούδα.Verse 12Ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.Verse 13Ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.Verse 14Καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.Verse 15Κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν·Verse 16Ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὲ ἡμῖν, ὅτι ἡμάρτομεν.Verse 17Περὶ τούτου ἐγενήθη ὀδύνη, ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.Verse 18Ἐπʼ ὄρος Σιὼν, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.Verse 19Σὺ δὲ Κύριε εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.Verse 20Ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;Verse 21Ἐπίστρεψον ἡμᾶς Κύριε πρὸς σὲ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.Verse 22Ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφʼ ἡμᾶς ἕως σθόδρα.