Tools
Commentary

Numbers 18 — BRE

See Hebrew/Greek in BSB →

18Verse 1Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἀμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.Verse 2Καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευὶ, δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτὸν, καὶ προστεθήτωσάν σοι, καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.Verse 3Καὶ φυλάξονται τὰς φυλακάς σου, καὶ τὰς φυλακὰς τῆς σκηνῆς. πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια, καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.Verse 4Καὶ προστεθήσονται πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου, κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.Verse 5Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.Verse 6Καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου.Verse 7Καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου, καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος· καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.Verse 8Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον.Verse 9Καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.Verse 10Ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά· σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.Verse 11Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.Verse 12Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά.Verse 13Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.Verse 14Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται.Verse 15Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλʼ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.Verse 16Καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι ὀβολοί εἰσι.Verse 17Πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.Verse 18Καὶ τὰ κρέα ἔσται σοι, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται.Verse 19Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.Verse 20Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.Verse 21Καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.Verse 22Καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.Verse 23Καὶ λειτουργήσει ὁ Λενίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν.Verse 24Ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον.Verse 25Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 26καὶ τοῖς Λενίταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρʼ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπʼ αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.Verse 27Καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.Verse 28Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπʼ αὐτῶν ἀφαίρεμα Κυρίῳ Ἀαρὼν τῷ ἱερεῖ.Verse 29Ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαιρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπʼ αὐτοῦ.Verse 30Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπʼ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ.Verse 31Καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.Verse 32Καὶ οὐ λήψεσθε διʼ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπʼ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?