Tools
Commentary

Numbers 8 — BRE

See Hebrew/Greek in BSB →

8Verse 1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τῷ Ἀαρὼν,Verse 2καὶ ἐρεῖς πρὸς αὐτὸν, ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους, κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.Verse 3Καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·Verse 4Καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ, χρυσῆ, ὁ καυλὸς αὐτῆς, καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν.Verse 5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων,Verse 6λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτούς.Verse 7Καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ· καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.Verse 8Καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ· καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας.Verse 9Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·Verse 10Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας·Verse 11Καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου.Verse 12Οἱ δὲ Λευῖται ἐπιθήσονσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων· καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν.Verse 13Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου·Verse 14Καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ· καὶ ἔσονταί μοι.Verse 15Καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίον· καὶ καθαριεῖς αὐτοὺς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου.Verse 16ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσὶν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.Verse 17Ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ,Verse 18καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ.Verse 19Καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.Verse 20Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.Verse 21Καὶ ἡγνίσαντο οἱ Λευῖται, καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.Verse 22Καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.Verse 23Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 24τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω, εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·Verse 25Καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας, καὶ οὐκ ἐργᾶται ἔτι.Verse 26Καὶ λειτουργήσει ὁ ἀδελφὸς αὑτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακὰς, ἔργα δὲ οὐκ ἐργᾶται· οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?