Tools
Commentary

Proverbs 15 — BRE

See Hebrew/Greek in BSB →

15Verse 1Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.Verse 2Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά.Verse 3Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς.Verse 4Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.Verse 5Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται.Verse 6Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.Verse 7Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.Verse 8Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.Verse 9Βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.Verse 10Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.Verse 11Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;Verse 12Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.Verse 13Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.Verse 14Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.Verse 15Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακὰ, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός.Verse 16Κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.Verse 17Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.Verse 18Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳΰνει·Verse 18μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.Verse 19Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.Verse 20Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.Verse 21Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.Verse 22Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.Verse 23Οὐ μὴ ὑπακούσει ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.Verse 24Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.Verse 25Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας.Verse 26Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί.Verse 27Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται·Verse 27ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.Verse 28Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά·Verse 28δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.Verse 29Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει·Verse 29κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.Verse 29Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.Verse 30Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φημη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.Verse 32Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτὸν· ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν αὐτοῦ.Verse 33Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?