Proverbs 18 — BRE
18Verse 1Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.Verse 2Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γᾶρ ἄγεται ἀφροσύνῃ.Verse 3Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.Verse 4Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρὸς, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.Verse 5Θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.Verse 6Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.Verse 7Στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.Verse 8Ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.Verse 9Ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.Verse 10Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.Verse 11Ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρὰ, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.Verse 12Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦνται.Verse 13Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος.Verse 14Θυμὸν ἀνδρὸς πρᾳΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;Verse 15Καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.Verse 16Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.Verse 17Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, ὡς δʼ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται.Verse 18Ἀντιλογίας παύει σιγηρὸς, ἐν δὲ δυναστείαις ὁρίζει.Verse 19Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ ὑψηλὴ, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.Verse 20Ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησι κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.Verse 21Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.Verse 22Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας, ἔλαβε δὲ παρὰ Θεοῦ ἱλαρότητα·Verse 22ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ, ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.