Tools
Commentary

Proverbs 22 — BRE

See Hebrew/Greek in BSB →

22Verse 1Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.Verse 2Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησε.Verse 3Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.Verse 4Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.Verse 5Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.Verse 7Πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν.Verse 8Ὁ σπείρων φαῦλα θερίσει κακὰ, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει·Verse 8ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεὸς, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.Verse 9Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ·Verse 9νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.Verse 10Ἔκβαλε ἐκ συνεδρίου λοιμὸν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος, ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.Verse 11Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς.Verse 12Οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.Verse 13Προφασίζεται, καὶ λέγει ὀκνηρὸς, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.Verse 14Βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.Verse 14εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρὸς, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν, ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.Verse 15Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπʼ αὐτοῦ.Verse 16Ὁ συκοφαντῶν πένητα, πολλὰ ποιεῖ τὰ ἑαυτοῦ, δίδωσι δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.Verse 17Λόγοις σοφῶν παράβαλλε σὸν οὖς, καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσι·Verse 18καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν·Verse 19Ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.Verse 20Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς, εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.Verse 21Διδάσκω οὖν σε ἀληθῆ λόγον, καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.Verse 22Μὴ ἀποβιάζου πένητα, πτωχὸς γὰρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.Verse 23Ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.Verse 24Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου·Verse 25μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.Verse 26Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·Verse 27Ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.Verse 28Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.Verse 29Ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?