Psalms 76 — BRE
76Verse 1Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Ἀσάφ.Verse 2Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.Verse 3Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνῄνατο παρακληθῆναι ἡ ψυχή μου·Verse 4Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην, ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· διάψαλμα.Verse 5Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.Verse 6Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνιαVerse 7ἐμνήσθην, καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου.Verse 8Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;Verse 9Ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς;Verse 10Ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.Verse 11Καὶ εἶπα, νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.Verse 12Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,Verse 13καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.Verse 14Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;Verse 15Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·Verse 16ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· διάψαλμα.Verse 17Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι.Verse 18Πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται.Verse 19Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.Verse 20Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.Verse 21Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.