Sirach 11 — BRE

11Verse 1Σοφία ταπεινοῦ ἀνύψωσε κεφαλὴν, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.Verse 2Μὴ αἰνέσεις ἄνδρα ἐν κάλλει αὐτοῦ, καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.Verse 3Μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.Verse 4Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου, ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.Verse 5Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.Verse 6Πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.Verse 7Πρὶν ἐξετάσῃς μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτιμα.Verse 8Πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.Verse 9Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε, καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.Verse 10Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.Verse 11Ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται.Verse 12Ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ, καὶ πτωχείᾳ περισσεύει, καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθὰ, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ·Verse 13Καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ, καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί.Verse 14Ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί.Verse 17Δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.Verse 18Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ.Verse 19Ἐν τῷ εἰπεῖν αὐτὸν, εὗρον ἀνάπαυσιν, καὶ νῦν φάγωμαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται, καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ ἀποθανεῖται.Verse 20Στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.Verse 21Μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.Verse 22Εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.Verse 23Μὴ εἴπῃς, τίς ἐστί μου χρεία; καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;Verse 24Μὴ εἴπῃς, αὐτάρκη μοι ἐστὶ, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι;Verse 25Ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·Verse 26ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.Verse 27Κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.Verse 28Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτῶυ γνωσθήσεται ἀνήρ.Verse 29Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.Verse 30Πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.Verse 31Τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.Verse 32Ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακία, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.Verse 33Πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.Verse 34Ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?