Sirach 22 — BRE

22Verse 1Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρὸς, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.Verse 2Βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρὸς, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.Verse 3Αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.Verse 4Θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα, εἰς λύπην γεννήσαντος.Verse 5Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀμιμασθήσεται.Verse 6Μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.Verse 9Συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρὸν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέως ὕπνου.Verse 10Διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ, τί ἐστιν;Verse 11Ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.Verse 12Πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.Verse 13Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξον ἀπʼ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς, καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπʼ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν, καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.Verse 14Ὑπὲρ μόλυβδον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα, ἀλλʼ ἢ μωρός;Verse 15Ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν, ἢ ἄνθρωπον ἀσύνετον.Verse 16Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται, οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει.Verse 17Καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως, ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.Verse 18Χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν, οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.Verse 19Ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ ὁ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.Verse 20Βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτὰ, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.Verse 21Ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος.Verse 22Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστι γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ, καὶ ὑπερηφανίας, καὶ μυστηρίου ἀποκαλύψεως, καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.Verse 23Πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συνκληρονομήσῃς.Verse 24Πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνὸς, οὕτως πρὸ αἱμάτων λοιδορίαι.Verse 25Φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,Verse 26καὶ εἰ κακά μοι συμβῇ διʼ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπʼ αὐτοῦ.Verse 27Τίς δώσει μοι ἐπὶ στόμα μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγίδα πανοῦργον, ἵνα μὴ πέσω ἀπʼ αὐτῆς, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?