Sirach 32 — BRE

32Verse 1Ὁ συντήρων νόμον πλεονάζει προσφοράς· θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς.Verse 2Ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.Verse 3Εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.Verse 4Μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενὸς,Verse 5πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.Verse 6Προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου.Verse 7Θυσία ἀνδρὸς δικαίου δεκτὴ, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.Verse 8Ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.Verse 9Ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.Verse 10Δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθεύρεμα χειρός.Verse 11Ὅτι Κύριος ἀνταποδιδούς ἐστι, καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.Verse 12Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται· καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρʼ αὐτῷ δόξα προσώπου.Verse 13Οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ, καὶ δέησιν ἠδικημένου εἰσακούσεται.Verse 14Οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.Verse 15Οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει, καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;Verse 16Θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει.Verse 17Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ, καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος· καὶ κρινεῖ δικαίως, καὶ ποιήσει κρίσιν.Verse 18Καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς ἕως ἄν συντρίψῃ ὀσφὺν ἀνελεημόνων· καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν, καὶ σκῆπτρα ἀδίκων συντρίψῃ,Verse 19ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ, καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν, ἕως κρινῇ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.Verse 20Ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?