Sirach 42 — BRE
42Verse 1μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·Verse 2περὶ νόμου ὑψίστου καὶ διαθήκης, καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ·Verse 3περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑταίρων·Verse 4περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμιῶν, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων·Verse 5περὶ ἀδιαφόρου πράσεως, καὶ ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι.Verse 6Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς· καὶ ὅπου χεῖρες πολλαὶ, κλεῖσον.Verse 7Ὃ ἐὰν παραδίδως, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις παντὶ ἐν γραφῇ.Verse 8Περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους, καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς, καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.Verse 9Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ.Verse 10Ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ, καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα μήποτε στειρώσῃ.Verse 11Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακὴν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει, καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῇ σε ἐν πλήθει πολλῶν.Verse 12Παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·Verse 13ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.Verse 14Κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνὴ, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.Verse 15Μνησθήσομαι δὴ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.Verse 16Ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψε, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.Verse 17Οὐκ ἐνεποίησε τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσε Κύριος ὁ παντοκράτωρ, στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.Verse 18Ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ Κύριος πᾶσαν εἴδησιν, καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος·Verse 19ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων.Verse 20Οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.Verse 21Τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησε, καὶ ἕως ἐστὶ πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐδὲ προσεδεήθη οὐδενὸς συμβούλου.Verse 22Ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ, καὶ ὡς σπινθῆρός ἐστι θεωρῆσαι.Verse 23Πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.Verse 24Πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνὸς, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐκλεῖπον.Verse 25Ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθὰ, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;