Sirach 50 — BRE
50Verse 1Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέῤῥαψεν οἶκον, καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν·Verse 2καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ.Verse 3Ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·Verse 4ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν ἐμπολιορκῆσαι,Verse 5ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος·Verse 6ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, ὡς σελήνη πλήρης ἐν ἡμέραις·Verse 7ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου, καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·Verse 8ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος· ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους,Verse 9ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·Verse 10ὡς ἐλαία ἀναθάλλουσα καρποὺς, καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.Verse 11Ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος.Verse 12Ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῶ λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων,Verse 13καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν· καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ.Verse 14Καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος,Verse 15ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς· ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῷ παμβασιλεῖ.Verse 16Τότε ἀνέκραγον υἱοὶ Ἀαρὼν, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν· ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου.Verse 17Τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε, καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ ὑψίστῳ.Verse 18Καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος.Verse 19Καὶ ἐδεήθη ὁ λαὸς Κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.Verse 20Τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραὴλ, δοῦναι εὐλογίαν Κυρίῳ ἐν χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι.Verse 21Καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου.Verse 22Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντες τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας, καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ.Verse 23Δῴη ἡμῖν εὐφροσύνην καρδίας, καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,Verse 24ἐμπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.Verse 25Ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος.Verse 26Οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.Verse 27Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξε ἐν τῷ βιβλίῳ, τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἱεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ.Verse 28Μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται.Verse 29Ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει, ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ. ΠΡΟΣΕΥΧΗ ἸΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ.