Tools
Commentary

Song of Solomon 3 — BRE

See Hebrew/Greek in BSB →

3Verse 1Ἐπὶ κοίτην μου ἐν νυξὶν, ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου.Verse 2Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν.Verse 3Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου, ἴδετε;Verse 4Ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.Verse 5Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.Verse 6Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;Verse 7Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμὼν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ·Verse 8Πάντες κατέχοντες ῥομφαίαν δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί.Verse 9Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου·Verse 10Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ.Verse 11Θυγατέρες Σιὼν ἐξέλθατε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?