Susanna 1 — BRE
1Verse 1ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.Verse 2Καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα, καὶ φοβουμένη τὸν Κύριον.Verse 3Καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.Verse 4Καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.Verse 5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν.Verse 6Οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακεὶμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.Verse 7Καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα, καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.Verse 8Καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην, καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς,Verse 9καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν, μηδὲ μνημονεύειν κριμάτων δικαίων.Verse 10Καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·Verse 11Ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν, ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.Verse 12Καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.Verse 13Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί.Verse 14Καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων, καὶ ἀνακάμφαντες ἦλθον ἐπιτοαυτὸ, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν, ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.Verse 15Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον, εἰσῆλθέ ποτε καθὼς χθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.Verse 16Καὶ οὐκ ἧν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι, καὶ παρατηροῦντες αὐτήν.Verse 17Καὶ εἶπε τοῖς κορασίοις, ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα, καὶ τας θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.Verse 18Καὶ ἐποίησαν καθὼς εἶπε, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας, ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι.Verse 19Καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύται, καὶ ἐπέδραμον αὐτῇ,Verse 20καὶ εἶπον, ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σου ἐσμέν· διὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθʼ ἡμῶν.Verse 21Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.Verse 22Καὶ ἀνεστέναξε Σωσάννα, καὶ εἶπε, στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοι ἐστίν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.Verse 23Αἱρετώτερόν μοι ἐστὶ μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.Verse 24Καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα· ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύται κατέναντι αὐτῆς.Verse 25Καὶ δραμων ὁ εἷς, ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.Verse 26Ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδεισῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.Verse 27Ἡνίκα δὲ εἶπα οἱ πρεσβύται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σωσάννης.Verse 28Καὶ ἐγένετο τῇ ἐπαύριον, ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακεὶμ, ἦλθον οἱ δύο πρεσβύται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης, τοῦ θανατῶσαι αὐτὴν,Verse 29καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ, ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ Ἰωακείμ· οἱ δὲ ἀπέστειλαν.Verse 30Καὶ ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς, καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.Verse 31Ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα, καὶ καλὴ τῷ εἴδει.Verse 32Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτὴν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς.Verse 33Ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς, καὶ πάντες οἱ ἰδόντες αὐτήν.Verse 34Ἀναστάντες δὲ οἱ δύο πρεσβύται ἐν μέσῳ τῷ λαῷ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς.Verse 35Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.Verse 36Εἶπον δὲ οἱ πρεσβύται, περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέλυσε τὰς παιδίσκας.Verse 37Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.Verse 38Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπʼ αὐτούς.Verse 39Καὶ ἰδόντες συγγινομένους αὐτοὺς, ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,Verse 40Ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος· καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν· ταῦτα μαρτυροῦμεν.Verse 41Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.Verse 42Ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα, καὶ εἶπεν, ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,Verse 43σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.Verse 44Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.Verse 45Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιήλ.Verse 46Καὶ ἐβόησε φωνῇ μεγάλῃ, ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.Verse 47Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν, καὶ εἶπαν, τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;Verse 48Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν, εἶπεν, οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες, κατεκρίνατε θυγατέρα Ἰσραήλ;Verse 49Ἀναστρέψατε εἰς τὸ κριτήριον, ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.Verse 50Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς· καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι, δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.Verse 51Καὶ εἶπε πρὸς αὐτοὺς Δανιὴλ, διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακρὰν, καὶ ἀνακρινῶ αὐτούς.Verse 52Ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνὸς, ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ εἶπε πρὸς αὐτὸν, πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον,Verse 53κρίνων κρίσεις ἀδίκους· καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Θεοῦ, ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.Verse 54Νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπὸν, ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ σχῖνον.Verse 55Εἶπε δὲ Δανιὴλ, ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος φάσιν Θεοῦ λαβὼν παρὰ τοῦ Θεοῦ, σχίσει σε μέσον.Verse 56Καὶ μεταστήσας αὐτὸν, ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον, καὶ εἶπεν αὐτῷ, σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου.Verse 57Οὕτως ἑποιεῖτε θυγατράσιν Ἰσραὴλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.Verse 58Νῦν οὖν λέγε μοι, ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ πρίνον.Verse 59Εἶπε δὲ αὐτῷ Δανιὴλ, ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλὴν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ, τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.Verse 60Καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.Verse 61Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας.Verse 62Καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον· ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ· καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.Verse 63Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν αὐτῶν, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.Verse 64Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης, καὶ ἐπέκεινα.