Zechariah 2 — BRE
2Verse 1Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα κέρατα.Verse 2Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ.Verse 3Καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας.Verse 4Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.Verse 5Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.Verse 6Καὶ εἶπα πρὸς αὐτόν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος.Verse 7Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,Verse 8καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων, Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·Verse 9καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.Verse 10Ὢ ὢ φεύγετε ἀπὸ γῆς Βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος,Verse 11εἰς Σιὼν, ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.Verse 12Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.Verse 13Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.Verse 14Τέρπου καὶ εὐφραίνου θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.Verse 15Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.Verse 16Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν· καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.Verse 17Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.