Zephaniah 2 — BRE
2Verse 1Συνάχθητε, καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον,Verse 2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.Verse 3Ζητήσατε τὸν Κύριον πάντες ταπεινοὶ γῆς, κρίμα ἐργάζεσθε, καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνασθε αὐτὰ, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.Verse 4Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.Verse 5Οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφʼ ὑμᾶς Χαναὰν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας.Verse 6Καὶ ἔσται Κρήτη νομὴ ποιμνίων, καὶ μάνδρα προβάτων.Verse 7Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα, ἐπʼ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν.Verse 8Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.Verse 9Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.Verse 10Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα.Verse 11Ἐπιφανήσεται Κύριος ἐπʼ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἔκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.Verse 12Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μου ἐστέ.Verse 13Καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ Βοῤῥᾶν, καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον, ὡς ἔρημον.Verse 14Καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια, καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες, καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται· καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.Verse 15Αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπʼ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς, ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετʼ ἐμὲ ἔτι· πῶς ἐγενήθη εἰς ἀφανισμὸν, νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος διʼ αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.