Tools
Commentary

John 19 — SBL

See Hebrew/Greek in BSB →

19Verse 1Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.Verse 2καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,Verse 3καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ+ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.Verse 4⸂καὶ ἐξῆλθεν+πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ+.Verse 5ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ+ὁ ἄνθρωπος.Verse 6ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον ⸀σταύρωσον+λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.Verse 7ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον+ἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν+ἐποίησεν.Verse 8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,Verse 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.Verse 10λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί+σε;Verse 11ἀπεκρίθη ⸀αὐτῷ+Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατʼ ἐμοῦ οὐδεμίαν+εἰ μὴ ἦν ⸂δεδομένον σοι+ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς+μέ σοι μείζονα ἁμαρτίαν ἔχει.Verse 12ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει+ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν+λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.Verse 13Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων+ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ+βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.Verse 14ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς+ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.Verse 15⸂ἐκραύγασαν οὖν ἐκεῖνοι+· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.Verse 16τότε οὖν+παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.+Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν·Verse 17καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν+ἐξῆλθεν εἰς ⸀τὸν+λεγόμενον Κρανίου Τόπον, ⸀ὃ+λέγεται Ἑβραϊστὶ Γολγοθα,Verse 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.Verse 19ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.Verse 20τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃.+Verse 21ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί+.Verse 22ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα.Verse 23οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου·Verse 24εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸂ἡ λέγουσα+· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.Verse 25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.Verse 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί+Γύναι, ⸀ἴδε+ὁ υἱός σου·Verse 27εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε+ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.Verse 28Μετὰ τοῦτο ⸀εἰδὼς+ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα+τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ.Verse 29⸀σκεῦος+ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ+ὄξους ⸀ὑσσώπῳ+περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.Verse 30ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.Verse 31Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.+Verse 32ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·Verse 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν+τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,Verse 34ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς+αἷμα καὶ ὕδωρ.Verse 35καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν+ἡ μαρτυρία, καὶ+ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε+Verse 36ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ+Verse 37καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.Verse 38Μετὰ ⸀δὲ+ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ+Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸀αὐτοῦ+Verse 39ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸀αὐτὸν+νυκτὸς τὸ πρῶτον, φέρων ⸀μίγμα+σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.Verse 40ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν ⸀αὐτὸ+ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.Verse 41ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἦν τεθειμένος+·Verse 42ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?