Tools
Commentary

Mark 11 — SBL

See Hebrew/Greek in BSB →

11Verse 1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦVerse 2καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς+εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω+ἀνθρώπων ⸀ἐκάθισεν+⸂λύσατε αὐτὸν καὶ φέρετε+.Verse 3καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι+Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς+αὐτὸν ἀποστέλλει ⸀πάλιν+ὧδε.Verse 4⸂καὶ ἀπῆλθον+καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς+θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.Verse 5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;Verse 6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν+ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.Verse 7καὶ ⸀φέρουσιν+τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν+αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν+Verse 8⸂καὶ πολλοὶ+τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν+.Verse 9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον+Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·Verse 10Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία+τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.Verse 11Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα+εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ+ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.Verse 12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.Verse 13καὶ ἰδὼν συκῆν ⸀ἀπὸ+μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει+ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν+σύκων.Verse 14καὶ ⸀ἀποκριθεὶς+εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ+μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.Verse 15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν+εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς+πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψενVerse 16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,Verse 17καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν+⸀αὐτοῖς+Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε+αὐτὸν σπήλαιον λῃστῶν.Verse 18καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς+, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ+ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.Verse 19Καὶ ⸀ὅταν+ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο+ἔξω τῆς πόλεως.Verse 20Καὶ ⸂παραπορευόμενοι πρωῒ+εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.Verse 21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.Verse 22καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ·Verse 23⸀ἀμὴν+λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ+ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ+.Verse 24διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε+, πιστεύετε ὅτι ⸀ἐλάβετε+καὶ ἔσται ὑμῖν.Verse 25καὶ ὅταν ⸀στήκετε+προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν+ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν.Verse 27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροιVerse 28καὶ ⸀ἔλεγον+αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ+τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην+ἵνα ταῦτα ποιῇς;Verse 29ὁ δὲ ⸀Ἰησοῦς+εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς+ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·Verse 30τὸ+βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.Verse 31καὶ ⸀διελογίζοντο+πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;+ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν+οὐκ ἐπιστεύσατε αὐτῷ;Verse 32ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον+ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι+προφήτης ἦν.Verse 33καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν+· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς+λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?