Tools
Commentary

Mark 13 — SBL

See Hebrew/Greek in BSB →

13Verse 1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.Verse 2καὶ ὁ ⸀Ἰησοῦς+εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε+λίθος ἐπὶ ⸀λίθον+ὃς οὐ μὴ καταλυθῇ.Verse 3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα+αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·Verse 4Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα+.Verse 5ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς+· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·Verse 6⸀πολλοὶ+ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.Verse 7ὅταν δὲ ⸀ἀκούσητε+πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ+γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος.Verse 8ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται+σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται+⸀λιμοί+⸀ἀρχὴ+ὠδίνων ταῦτα.Verse 9βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν+ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.Verse 10καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ+κηρυχθῆναι τὸ εὐαγγέλιον.Verse 11⸂καὶ ὅταν+⸀ἄγωσιν+ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε+ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.Verse 12⸂καὶ παραδώσει+ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·Verse 13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.Verse 14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα+ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,Verse 15⸀ὁ+ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω+μηδὲ εἰσελθάτω ⸂τι ἆραι+ἐκ τῆς οἰκίας αὐτοῦ,Verse 16καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν+μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.Verse 17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.Verse 18προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται+χειμῶνος·Verse 19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣν+ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.Verse 20καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος+τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.Verse 21⸀καὶ+τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε+ὧδε ὁ ⸀χριστός+⸁Ἴδε+ἐκεῖ, μὴ πιστεύετε·Verse 22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν+τοὺς ἐκλεκτούς·Verse 23ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα+ὑμῖν πάντα.Verse 24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,Verse 25καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες+, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.Verse 26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·Verse 27καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους+καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς+ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.Verse 28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς+ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·Verse 29οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα+γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.Verse 30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα+γένηται.Verse 31ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται+οἱ δὲ λόγοι μου οὐ ⸀μὴ+⸁παρελεύσονται+Verse 32Περὶ δὲ τῆς+ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν+οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.Verse 33βλέπετε ⸀ἀγρυπνεῖτε+οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·Verse 34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ+τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.Verse 35γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ+ὀψὲ ἢ ⸀μεσονύκτιον+ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,Verse 36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·Verse 37⸀ὃ+δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?