Mark 8 — SBL
8Verse 1Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ+ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς·++Verse 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·Verse 3+αὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ+μακρόθεν ⸀ἥκασιν+Verse 4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι+Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;Verse 5καὶ ⸀ἠρώτα+αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά.Verse 6καὶ ⸀παραγγέλλει+τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσιν+καὶ παρέθηκαν τῷ ὄχλῳ.Verse 7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸀αὐτὰ+εἶπεν ⸂καὶ ταῦτα παρατιθέναι+.Verse 8⸂καὶ ἔφαγον+καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.Verse 9ἦσαν ⸀δὲ+ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.Verse 10καὶ ⸀εὐθὺς+ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.Verse 11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.Verse 12καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον+; ἀμὴν λέγω ⸀ὑμῖν+εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.Verse 13καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἐμβὰς+ἀπῆλθεν εἰς τὸ πέραν.Verse 14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ.Verse 15καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.Verse 16καὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους+ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν+Verse 17καὶ ⸀γνοὺς+λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένην+ἔχετε τὴν καρδίαν ὑμῶν;Verse 18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετεVerse 19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις+ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα.Verse 20ὅτε ⸀καὶ+τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ+· Ἑπτά.Verse 21καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπω+συνίετε;Verse 22Καὶ ⸀ἔρχονται+εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.Verse 23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν+αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις+Verse 24καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.Verse 25εἶτα πάλιν ⸀ἐπέθηκεν+τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν+τηλαυγῶς ⸀ἅπαντα+Verse 26καὶ ἀπέστειλεν αὐτὸν ⸀εἰς+οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ⸀εἰσέλθῃς+Verse 27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;Verse 28οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες+⸀ὅτι+Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς+τῶν προφητῶν.Verse 29καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς+· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς+ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός.Verse 30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.Verse 31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸ+τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·Verse 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ⸂ὁ Πέτρος αὐτὸν+ἤρξατο ἐπιτιμᾶν αὐτῷ.Verse 33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ⸀Πέτρῳ+⸂καὶ λέγει+· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.Verse 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις+θέλει ὀπίσω μου ⸀ἐλθεῖν+ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.Verse 35ὃς γὰρ ⸀ἐὰν+θέλῃ τὴν ⸂ψυχὴν αὐτοῦ⸃+σῶσαι ἀπολέσει+αὐτήν· ὃς δʼ ἂν ⸀ἀπολέσει τὴν ⸄ψυχὴν αὐτοῦ⸅+ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσει+αὐτήν.Verse 36τί γὰρ ⸀ὠφελεῖ+⸀ἄνθρωπον+⸂κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι+τὴν ψυχὴν αὐτοῦ;Verse 37⸂τί γὰρ+⸀δοῖ+ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;Verse 38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.