Acts 12 — SRG
12Verse 1Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.Verse 2Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.Verse 3*⸂Καὶ ἰδὼν⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον—ἦσαν δὲ*⸋αἱ⸌ ἡμέραι τῶν ἀζύμων—Verse 4ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.Verse 5Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν*⸂ἐκτενὴς⸃ γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν*⸂2ὑπὲρ⸃ αὐτοῦ.Verse 6Ὅτε δὲ ἔμελλεν*⸂αὐτὸν προάγειν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.Verse 7Καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.Verse 8Εἶπέν*⸂τε⸃ ὁ ἄγγελος πρὸς αὐτόν,*⸂2Περίζωσαι⸃ καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.Verse 9Καὶ ἐξελθὼν ἠκολούθει*⸋αὐτῷ·⸌ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.Verse 10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.Verse 11Καὶ ὁ Πέτρος,*⸉γενόμενος ἐν ἑαυτῷ,⸊ εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν*⸆ κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.Verse 12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν*⸆ Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.Verse 13Κρούσαντος δὲ*⸂τοῦ Πέτρου⸃ τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.Verse 14Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.Verse 15Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, Ὁ ἄγγελος*⸉αὐτοῦ ἐστιν.⸊Verse 16Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν.Verse 17Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο*⸋αὐτοῖς⸌ πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν*⸂δέ,⸃ Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.Verse 18Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.Verse 19Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς*⸋τὴν⸌ Καισάρειαν διέτριβεν.Verse 20Ἦν δὲ*⸋ὁ Ἡρῴδης⸌ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν*⸂δὲ⸃ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.Verse 21Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν,*⸋καὶ⸌ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς.Verse 22Ὁ δὲ δῆμος ἐπεφώνει,*⸉Φωνὴ θεοῦ⸊ καὶ οὐκ ἀνθρώπου.Verse 23Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκεν*⸆ δόξαν τῷ θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.Verse 24Ὁ δὲ λόγος τοῦ*⸂θεοῦ⸃ ηὔξανεν καὶ ἐπληθύνετο.Verse 25Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν*⸂εἰς Ἱερουσαλήμ,⸃ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες*⸋καὶ⸌ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.