Tools
Commentary

Acts 19 — SRG

See Hebrew/Greek in BSB →

19Verse 1Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη*⸂ἐλθεῖν⸃ εἰς Ἔφεσον· καὶ*⸂2εὑρών⸃ τινας μαθητὰςVerse 2*⸂εἶπεν πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον⸃ πρὸς αὐτόν, Ἀλλ᾽ οὐδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν.Verse 3Εἶπέν τε*⸋πρὸς αὐτούς,⸌ Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα.Verse 4Εἶπεν δὲ Παῦλος, Ἰωάννης*⸋μὲν⸌ ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν, εἰς*⸂τὸν χριστὸν Ἰησοῦν.⸃Verse 5Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.Verse 6Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου*⸋τὰς⸌ χεῖρας, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.Verse 7Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ*⸂δεκαδύο.⸃Verse 8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων*⸋τὰ⸌ περὶ τῆς βασιλείας τοῦ θεοῦ.Verse 9Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου*⸋τινός.⸌Verse 10Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον*⸂τοῦ κυρίου Ἰησοῦ,⸃ Ἰουδαίους τε καὶ Ἕλληνας.Verse 11Δυνάμεις*⸂τε⸃ οὐ τὰς τυχούσας*⸉ἐποίει ὁ θεὸς⸊ διὰ τῶν χειρῶν Παύλου,Verse 12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας*⸂ἐπιφέρεσθαι⸃ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ*⸂2ἐξέρχεσθαι⸃*⸋ἀπ᾽ αὐτῶν.⸌Verse 13Ἐπεχείρησαν δέ τινες**⸋ἀπὸ⸌ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες,*⸂Ὁρκίζομεν⸃ ὑμᾶς τὸν Ἰησοῦν ὃν*⸋2ὁ⸌ Παῦλος κηρύσσει.Verse 14Ἦσαν δέ*⸂τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ⸃ τοῦτο ποιοῦντες.Verse 15Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν,*⸆ Τὸν*⸆2 Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;Verse 16Καὶ*⸂ἐφαλλόμενος⸃*⸉ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος⸊ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν,*⸂2καὶ κατακυριεύσαν αὐτῶν,⸃ ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.Verse 17Τοῦτο δὲ ἐγένετο*⸉γνωστὸν πᾶσιν⸊ Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ*⸂ἐπέπεσεν⸃ φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.Verse 18Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.Verse 19Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ*⸂συνεψήφισαν⸃ τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.Verse 20Οὕτως κατὰ κράτος*⸉ὁ λόγος τοῦ κυρίου⸊ ηὔξανεν καὶ ἴσχυεν.Verse 21Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.Verse 22Ἀποστείλας δὲ εἰς*⸋τὴν⸌ Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.Verse 23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.Verse 24Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις*⸉ἐργασίαν οὐκ ὀλίγην·⸊Verse 25οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία*⸂ἡμῶν⸃ ἐστιν.Verse 26Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.Verse 27Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς*⸉ἱερὸν Ἀρτέμιδος⸊ εἰς οὐθὲν λογισθῆναι, μέλλειν*⸂δὲ⸃ καὶ καθαιρεῖσθαι*⸂2τὴν μεγαλειότητα⸃ αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.Verse 28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.Verse 29Καὶ ἐπλήσθη ἡ πόλις*⸋ὅλη⸌*⸋2τῆς⸌ συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους*⸆ Παύλου.Verse 30*⸂Τοῦ δὲ Παύλου⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.Verse 31Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.Verse 32Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν.Verse 33Ἐκ δὲ τοῦ ὄχλου*⸂προεβίβασαν⸃ Ἀλέξανδρον,*⸂2προβαλόντων⸃ αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.Verse 34*⸂Ἐπιγνόντες⸃ δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων*⸂2ὡς⸃ ἐπὶ ὥρας δύο*⸂3κραζόντων,⸃ Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.Verse 35Καταστείλας δὲ*⸉ὁ γραμματεὺς τὸν ὄχλον⸊ φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν*⸂ἄνθρωπος⸃ ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης*⸋θεᾶς⸌ Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;Verse 36Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν.Verse 37Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν*⸂θεὸν⸃*⸂2ὑμῶν.⸃Verse 38Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται*⸉ἔχουσιν πρός τινα λόγον,⸊ ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.Verse 39Εἰ δέ τι*⸂περὶ ἑτέρων⸃ ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.Verse 40Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ*⸋οὐ⸌ δυνησόμεθα*⸂δοῦναι⸃ λόγον*⸆ τῆς συστροφῆς ταύτης.Verse 41Καὶ ταῦτα εἰπών, ἀπέλυσεν τὴν ἐκκλησίαν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?