Tools
Commentary

Acts 7 — SRG

See Hebrew/Greek in BSB →

7Verse 1Εἶπεν δὲ ὁ ἀρχιερεύς, Εἰ*⸋ἄρα⸌ ταῦτα οὕτως ἔχει;Verse 2Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,Verse 3καὶ εἶπεν πρὸς αὐτόν, Ἔξελθε*⸂ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν⸃ ἣν ἄν σοι δείξω.Verse 4Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·Verse 5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο*⸉δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν,⸊ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.Verse 6Ἐλάλησεν δὲ*⸆ οὕτως ὁ θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια.Verse 7Καὶ τὸ ἔθνος, ᾧ*⸂ἐὰν⸃*⸂2δουλεύσωσιν,⸃ κρινῶ ἐγώ,*⸉εἶπεν ὁ θεός·⸊ καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.Verse 8Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ*⸂ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ⸃ τοὺς δώδεκα πατριάρχας.Verse 9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ,Verse 10καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον*⸂ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.⸃Verse 11Ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν*⸂γῆν Αἰγύπτου⸃ καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.Verse 12Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα*⸂ἐν Αἰγύπτῳ,⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον.Verse 13Καὶ ἐν τῷ δευτέρῳ*⸂ἀνεγνωρίσθη⸃ Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος*⸋τοῦ⸌ Ἰωσήφ.Verse 14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο*⸉τὸν πατέρα αὐτοῦ Ἰακώβ,⸊ καὶ πᾶσαν τὴν συγγένειαν,*⸆ ἐν*⸉2ψυχαῖς ἑβδομήκοντα πέντε.⸊Verse 15*⸂Κατέβη δὲ⸃ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν·Verse 16καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι*⸂ὃ⸃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ*⸂2τοῦ Συχέμ.⸃Verse 17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς*⸂ὤμοσεν⸃ ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,Verse 18ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος,*⸆ ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.Verse 19Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας*⸋ἡμῶν,⸌ τοῦ ποιεῖν*⸉ἔκθετα τὰ βρέφη⸊ αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.Verse 20Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.*Verse 21*⸂Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο⸃ ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.Verse 22Καὶ ἐπαιδεύθη Μωσῆς*⸆ πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς*⸂ἐν λόγοις καὶ ἔργοις.⸃*⸆2Verse 23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.Verse 24Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον·Verse 25ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς*⸋αὐτοῦ⸌ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν*⸉αὐτοῖς σωτηρίαν·⸊ οἱ δὲ οὐ συνῆκαν.Verse 26Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ*⸂συνήλασεν⸃ αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε*⸋ὑμεῖς·⸌ ἵνα τί ἀδικεῖτε ἀλλήλους;Verse 27Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο*⸂αὐτόν,⸃ εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽*⸂2ἡμᾶς;⸃Verse 28Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;Verse 29Ἔφυγεν δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.Verse 30Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος*⸋κυρίου⸌ ἐν φλογὶ πυρὸς βάτου.Verse 31Ὁ δὲ Μωσῆς ἰδὼν*⸂ἐθαύμαζεν⸃ τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ κυρίου*⸋πρὸς αὐτόν,⸌Verse 32Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου,*⸂ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ.⸃ Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι.Verse 33Εἶπεν δὲ αὐτῷ ὁ κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος*⸂ἐν⸃ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.Verse 34Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ*⸂αὐτῶν⸃ ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο,*⸂2ἀποστελῶ⸃ σε εἰς Αἴγυπτον.Verse 35Τοῦτον τὸν Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς**⸂ἄρχοντα⸃ καὶ λυτρωτὴν*⸂2ἀπέστειλεν⸃*⸂3ἐν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.Verse 36Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν**⸂γῇ Αἰγύπτῳ⸃ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.Verse 37Οὗτός ἐστιν*⸋ὁ⸌ Μωσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει*⸂κύριος ὁ θεὸς ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.*Verse 38Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο*⸂λόγον⸃ ζῶντα δοῦναι*⸂2ἡμῖν·⸃Verse 39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν**⸂τῇ καρδίᾳ⸃ αὐτῶν εἰς Αἴγυπτον,Verse 40εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί*⸂γέγονεν⸃ αὐτῷ.Verse 41Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.Verse 42Ἔστρεψεν δὲ ὁ θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι*⸉ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ,⸊ οἶκος Ἰσραήλ;Verse 43Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ*⸋ὑμῶν⸌ Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.Verse 44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν*⸆ τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει.Verse 45Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·Verse 46ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ*⸂θεῷ⸃ Ἰακώβ.Verse 47Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.Verse 48Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις*⸋ναοῖς⸌ κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,Verse 49Ὁ οὐρανός μοι θρόνος,*⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου;Verse 50Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;Verse 51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι*⸂τῇ καρδίᾳ⸃ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.Verse 52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς*⸂γεγένησθε·⸃Verse 53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.Verse 54Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν.Verse 55Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,Verse 56καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς*⸂ἀνεῳγμένους,⸃ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.Verse 57Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν·Verse 58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια*⸆ παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.Verse 59Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.Verse 60Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς*⸉τὴν ἁμαρτίαν ταύτην.⸊ Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?