Tools
Commentary

Mark 15 — SRG

See Hebrew/Greek in BSB →

15Verse 1Καὶ*⸂εὐθέως⸃*⸂2ἐπὶ τὸ πρωῒ⸃ συμβούλιον*⸂3ποιήσαντες⸃ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν*⸋τῷ⸌ Πιλάτῳ.Verse 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς*⸂εἶπεν αὐτῷ,⸃ Σὺ λέγεις.Verse 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά·Verse 4ὁ δὲ Πιλάτος πάλιν*⸂ἐπηρώτησεν⸃ αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου*⸂2καταμαρτυροῦσιν.⸃Verse 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.Verse 6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον,*⸂ὅνπερ ᾐτοῦντο.⸃Verse 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν*⸂συστασιαστῶν⸃ δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.Verse 8Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς*⸋ἀεὶ⸌ ἐποίει αὐτοῖς.Verse 9Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;Verse 10Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.Verse 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.Verse 12Ὁ δὲ Πιλάτος*⸂ἀποκριθεὶς πάλιν εἶπεν⸃ αὐτοῖς, Τί οὖν*⸋θέλετε⸌ ποιήσω*⸋2ὃν λέγετε⸌*⸆ βασιλέα τῶν Ἰουδαίων;Verse 13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.Verse 14Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ*⸉κακὸν ἐποίησεν;⸊ Οἱ δὲ*⸂περισσοτέρως⸃ ἔκραξαν, Σταύρωσον αὐτόν.Verse 15Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.Verse 16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.Verse 17Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,Verse 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν,*⸆ Χαῖρε,*⸂ὁ βασιλεὺς⸃ τῶν Ἰουδαίων·Verse 19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.Verse 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια*⸂τὰ ἴδια.⸃ Καὶ ἐξάγουσιν αὐτὸν ἵνα*⸂2σταυρώσωσιν⸃ αὐτόν.Verse 21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.Verse 22Καὶ φέρουσιν αὐτὸν ἐπὶ*⸆ Γολγοθᾶ τόπον, ὅ ἐστιν*⸂μεθερμηνευόμενον,⸃ Κρανίου Τόπος.Verse 23Καὶ ἐδίδουν αὐτῷ*⸋πιεῖν⸌ ἐσμυρνισμένον*⸂οἶνον· ὁ δὲ⸃ οὐκ ἔλαβεν.Verse 24Καὶ*⸂σταυρώσαντες⸃ αὐτόν,**⸂2διαμερίζονται⸃ τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.Verse 25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.Verse 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.Verse 27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.Verse 28*⸋Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.⸌Verse 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναόν, καὶ*⸂ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,⸃Verse 30σῶσον σεαυτόν,*⸂καὶ κατάβα⸃ ἀπὸ τοῦ σταυροῦ.Verse 31Ὁμοίως*⸆ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.Verse 32Ὁ χριστὸς ὁ βασιλεὺς*⸋τοῦ⸌ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν*⸋2αὐτῷ.⸌ Καὶ οἱ συνεσταυρωμένοι*⸆ αὐτῷ ὠνείδιζον αὐτόν.Verse 33*⸂Γενομένης δὲ⸃ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.Verse 34Καὶ τῇ*⸂ὥρᾳ τῇ ἐνάτῃ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ,*⸋λέγων,⸌ Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; Ὅ ἐστιν μεθερμηνευόμενον,*⸂2Ὁ θεός μου, ὁ θεός μου,⸃ εἰς τί*⸉με ἐγκατέλιπες;⸊Verse 35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον,*⸂Ἰδού,⸃ Ἠλίαν φωνεῖ.Verse 36Δραμὼν δὲ*⸂εἷς,⸃*⸋καὶ⸌ γεμίσας σπόγγον ὄξους, περιθείς*⸋2τε⸌ καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.Verse 37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.Verse 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.Verse 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως*⸋κράξας⸌ ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς*⸉ὁ ἄνθρωπος οὗτος⸊ υἱὸς*⸉2ἦν θεοῦ.⸊Verse 40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς*⸋ἦν⸌*⸋2καὶ⸌ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ*⸋3τοῦ⸌ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,Verse 41αἳ*⸋καί,⸌ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.Verse 42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ*⸉ἦν Παρασκευή,⸊ ὅ ἐστιν*⸂προσάββατον,⸃Verse 43*⸂ἦλθεν⸃ Ἰωσὴφ*⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ· τολμήσας εἰσῆλθεν πρὸς*⸆ Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.Verse 44Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ*⸂πάλαι⸃ ἀπέθανεν.Verse 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ*⸂σῶμα⸃ τῷ Ἰωσήφ.Verse 46Καὶ ἀγοράσας σινδόνα,*⸋καὶ⸌ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ*⸂κατέθηκεν⸃ αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.Verse 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία*⸆ Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?