Mark 5 — SRG
5Verse 1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν*⸂Γαδαρηνῶν.⸃Verse 2Καὶ*⸂ἐξελθόντι αὐτῷ⸃ ἐκ τοῦ πλοίου,*⸂2εὐθέως⸃*⸂3ἀπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,Verse 3ὃς τὴν*⸂κατοίκησιν⸃ εἶχεν ἐν τοῖς*⸂2μνήμασιν·⸃ καὶ*⸂3οὔτε⸃*⸂4ἁλύσεσιν⸃*⸆ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,Verse 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς*⸂αὐτὸν ἴσχυεν⸃ δαμάσαι·Verse 5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς*⸉ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν⸊ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.Verse 6*⸂Ἰδὼν δὲ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν*⸂2αὐτῷ,⸃Verse 7καὶ κράξας φωνῇ μεγάλῃ*⸂εἶπεν,⸃ Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.Verse 8Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.Verse 9Καὶ ἐπηρώτα αὐτόν, Τί*⸉σοι ὄνομα;⸊ Καὶ*⸂ἀπεκρίθη, λέγων,⸃*⸆ Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.Verse 10Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ*⸂αὐτοὺς⸃ ἀποστείλῃ ἔξω τῆς χώρας.Verse 11Ἦν δὲ ἐκεῖ πρὸς*⸂τῷ ὄρει⸃ ἀγέλη χοίρων μεγάλη βοσκομένη·Verse 12καὶ παρεκάλεσαν αὐτὸν*⸋πάντες οἱ δαίμονες,⸌ λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.Verse 13Καὶ ἐπέτρεψεν αὐτοῖς*⸋εὐθέως ὁ Ἰησοῦς.⸌ Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν·*⸋2ἦσαν δὲ⸌ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.Verse 14*⸂Οἱ δὲ⸃ βόσκοντες*⸂2τοὺς χοίρους⸃ ἔφυγον, καὶ*⸂3ἀνήγγειλαν⸃ εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ*⸂4ἐξῆλθον⸃ ἰδεῖν τί ἐστιν τὸ γεγονός·Verse 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον*⸋καὶ⸌ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν.Verse 16*⸂Διηγήσαντο δὲ⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.Verse 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.Verse 18Καὶ*⸂ἐμβάντος⸃ αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα*⸉ᾖ μετ᾽ αὐτοῦ.⸊Verse 19*⸂Ὁ δὲ Ἰησοῦς⸃ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ*⸂2ἀνάγγειλον⸃ αὐτοῖς ὅσα*⸂3σοι ὁ κύριος πεποίηκεν,⸃ καὶ ἠλέησέν σε.Verse 20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.Verse 21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.Verse 22Καὶ*⸋ἰδού,⸌ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,Verse 23καὶ*⸂παρεκάλει⸃ αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς*⸉αὐτῇ τὰς χεῖρας,⸊*⸂2ὅπως⸃ σωθῇ καὶ*⸂3ζήσεται.⸃Verse 24Καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.Verse 25Καὶ γυνή*⸋τις⸌ οὖσα ἐν ῥύσει αἵματος*⸉ἔτη δώδεκα,⸊Verse 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽*⸂αὐτῆς⸃ πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,Verse 27ἀκούσασα*⸆ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·Verse 28ἔλεγεν γὰρ ὅτι*⸂Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,⸃ σωθήσομαι.Verse 29Καὶ*⸂εὐθέως⸃ ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.Verse 30Καὶ*⸂εὐθέως⸃ ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων;Verse 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο;Verse 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.Verse 33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν*⸋ἐπ᾽⸌ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.Verse 34Ὁ δὲ εἶπεν αὐτῇ,*⸂Θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.Verse 35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;Verse 36Ὁ δὲ Ἰησοῦς*⸋εὐθέως⸌*⸂ἀκούσας⸃ τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε.Verse 37Καὶ οὐκ ἀφῆκεν οὐδένα*⸂αὐτῷ⸃ συνακολουθῆσαι, εἰ μὴ*⸆ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.Verse 38Καὶ*⸂ἔρχεται⸃ εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον,*⸆ κλαίοντας καὶ ἀλαλάζοντας πολλά.Verse 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.Verse 40Καὶ κατεγέλων αὐτοῦ.*⸂Ὁ⸃ δέ, ἐκβαλὼν*⸂2πάντας,⸃ παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον*⸋ἀνακείμενον.⸌Verse 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω,*⸂ἔγειραι.⸃Verse 42Καὶ*⸂εὐθέως⸃ ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν*⸆ ἐκστάσει μεγάλῃ.Verse 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.