Matthew 3 — SRG
3Verse 1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας,Verse 2*⸋καὶ⸌ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.Verse 3Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς*⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.Verse 4Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ*⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον.Verse 5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου·Verse 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ*⸆ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.Verse 7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα*⸋αὐτοῦ,⸌ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;Verse 8Ποιήσατε οὖν*⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας·Verse 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.Verse 10Ἤδη δὲ*⸋καὶ⸌ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.Verse 11Ἐγὼ μὲν*⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ.*⸆Verse 12Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην,*⸆ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.Verse 13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ.Verse 14*⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;Verse 15Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν*⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν.Verse 16*⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς*⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν*⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν*⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν*⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν.Verse 17Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.