See Hebrew/Greek in BSB →
Cornelius' Vision
10Verse 1Ἀνὴρ δέ τιςἦν ἐνΚαισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκσπείρης τῆς καλουμένης Ἰταλικῆς,Verse 2εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶντε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.Verse 3Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶὥρανἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.Verse 4Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνονἐνώπιον τοῦ Θεοῦ.Verse 5Καὶ νῦν πέμψονεἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαιΣίμωνατὸν ἐπικαλούμενον Πέτρον·Verse 6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰθάλασσαν.Verse 7Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶντῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶναὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,Verse 8καὶ ἐξηγησάμενοςαὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.Peter's Vision
Verse 9Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντωνἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην·Verse 10ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲἐκείνων,ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις,Verse 11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνονἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖςδεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς·Verse 12ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδατῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.Verse 13Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν,Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.Verse 14Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸνἢ ἀκάθαρτον.Verse 15Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν,Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.Verse 16Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶπάλινἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.Verse 17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε,καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοιἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίανΣίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,Verse 18καὶ φωνήσαντεςἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.Verse 19Τοῦ δὲ Πέτρουδιενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεναὐτῷ τὸ πνεῦμα, Ἰδού,ἄνδρεςζητοῦσί σε.Verse 20Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος·διότι ἐγὼ ἀπέσταλκα αὐτούς.Verse 21Καταβὰς δὲ Πέτρος πρὸς τοὺςἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;Verse 22Οἱ δὲεἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλουἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.Verse 23Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριονὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸἸόππηςσυνῆλθον αὐτῷ.Verse 24Καὶ τῇ ἐπαύριονεἰσῆλθον εἰς τὴνΚαισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς,συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.Verse 25Ὡς δὲ ἐγένετοτοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.Verse 26Ὁ δὲ Πέτροςαὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι·κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.Verse 27Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,Verse 28ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ·καὶ ἐμοὶὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·Verse 29διὸ καὶἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.Verse 30Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμηννηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,Verse 31καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.Verse 32Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν·ὃς παραγενόμενος λαλήσει σοι.Verse 33Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦΘεοῦ.Peter Preaches to Cornelius' Household
Verse 34Ἀνοίξας δὲ Πέτρος τὸστόμα εἶπεν, Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιπροσωπολήπτης ὁ Θεός·Verse 35ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.Verse 36Τὸν λόγονὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστι πάντων Κύριος—Verse 37ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας,ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξενἸωάννης·Verse 38Ἰησοῦν τὸν ἀπὸΝαζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ.Verse 39Καὶ ἡμεῖςἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶἐν Ἱερουσαλήμ· ὃνκαὶἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.Verse 40Τοῦτον ὁ Θεὸς ἤγειρετῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,Verse 41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.Verse 42Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτιαὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.Verse 43Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.The Holy Spirit Falls upon the Gentiles
Verse 44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.Verse 45Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί,ὅσοισυνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦἉγίου Πνεύματος ἐκκέχυται.Verse 46Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθηὁ Πέτρος,Verse 47Μήτι τὸ ὕδωρκωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβονκαθὼς καὶ ἡμεῖς;Verse 48Προσέταξέτε αὐτοὺςβαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.