See Hebrew/Greek in BSB →
Paul and Barnabas in Iconium
14Verse 1Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.Verse 2Οἱ δὲἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.Verse 3Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντιτῷ λόγῳ τῆς χάριτος αὐτοῦ,διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.Verse 4Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.Verse 5Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,Verse 6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον·Verse 7κἀκεῖἦσαν εὐαγγελιζόμενοι.Paul and Barnabas in Lystra
Verse 8Καί τις ἀνὴρἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦὑπάρχων, ὃς οὐδέποτεπεριπεπατήκει.Verse 9Οὗτοςἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτιπίστιν ἔχει τοῦ σωθῆναι,Verse 10εἶπε μεγάλῃτῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σουὀρθῶς. Καὶἥλλετο καὶ περιεπάτει.Verse 11Οἱδὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησενὁ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.Verse 12Ἐκάλουν τε τὸνμὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.Verse 13Ὁδὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεωςαὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.Verse 14Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτιααὐτῶν,εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντεςVerse 15καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖςἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶτὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·Verse 16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.Verse 17Καίτοιγε οὐκ ἀμάρτυρονἑαυτὸν ἀφῆκενἀγαθοποιῶν, οὐρανόθενὑμῖνὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίαςἡμῶν.Verse 18Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.Verse 19Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον,ἔσυρον ἔξω τῆς πόλεως,νομίσαντες αὐτὸν τεθνάναι.Verse 20Κυκλωσάντων δὲαὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.Paul and Barnabas Return to Antioch in Syria
Verse 21Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰςτὴν Λύστραν καὶἸκόνιον καὶἈντιόχειαν,Verse 22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.Verse 23Χειροτονήσαντες δὲ αὐτοῖςπρεσβυτέρους κατ᾽ ἐκκλησίαν,προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃνπεπιστεύκεισαν.Verse 24Καὶ διελθόντες τὴν Πισιδίανἦλθον εἰςΠαμφυλίαν.Verse 25Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰςἈττάλειαν·Verse 26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.Verse 27Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν,ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.Verse 28Διέτριβον δὲἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.