Tools
Commentary

John 21 — TCG

See Hebrew/Greek in BSB →

Jesus Appears to Seven Disciples

21Verse 1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν+πάλιν+ὁ Ἰησοῦς τοῖς+μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.Verse 2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.Verse 3Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.+Ἐξῆλθον καὶ+ἐνέβησαν εἰς τὸ πλοῖον+εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.Verse 4Πρωΐας δὲ ἤδη+γενομένης ἔστη+ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.Verse 5Λέγει οὖν αὐτοῖς+ὁ Ἰησοῦς,Παιδία, μή τι προσφάγιον ἔχετε;Ἀπεκρίθησαν αὐτῷ, Οὔ.Verse 6Ὁ δὲ εἶπεν αὐτοῖς,Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι+ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.Verse 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.Verse 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς,+ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.Verse 9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.Verse 10Λέγει αὐτοῖς ὁ Ἰησοῦς,Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.Verse 11+Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον+ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.Verse 12Λέγει αὐτοῖς ὁ Ἰησοῦς,Δεῦτε ἀριστήσατε.Οὐδεὶς+δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν.Verse 13Ἔρχεται+οὖν+ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.Verse 14Τοῦτο ἤδη τρίτον ἐφανερώθη+ὁ Ἰησοῦς τοῖς μαθηταῖς+αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.

Tend My Sheep

Verse 15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς,Σίμων+Ἰωνᾶ, ἀγαπᾷς με+πλεῖον τούτων;Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ,Βόσκε τὰ ἀρνία μου.Verse 16Λέγει αὐτῷ πάλιν δεύτερον,Σίμων+Ἰωνᾶ, ἀγαπᾷς με;Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ,Ποίμαινε τὰ+πρόβατά μου.Verse 17Λέγει αὐτῷ τὸ τρίτον,Σίμων+Ἰωνᾶ, φιλεῖς με;Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον,Φιλεῖς με;Καὶ+εἶπεν αὐτῷ, Κύριε,+σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ+ὁ Ἰησοῦς,Βόσκε τὰ+πρόβατά μου.Verse 18Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος+σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.Verse 19Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ,Ἀκολούθει μοι.

The Beloved Disciple and His Book

Verse 20Ἐπιστραφεὶς+δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;Verse 21+Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;Verse 22Λέγει αὐτῷ ὁ Ἰησοῦς,Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ+ἀκολούθει μοι.Verse 23Ἐξῆλθεν οὖν+ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει·+καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽,Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;Verse 24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ+γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής+ἐστιν ἡ μαρτυρία αὐτοῦ.Verse 25Ἔστι δὲ καὶ ἄλλα πολλὰ+ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν,+οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον+χωρῆσαι τὰ γραφόμενα βιβλία.+Ἀμήν.+
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?