See Hebrew/Greek in BSB →
The Feeding of the Five Thousand
6Verse 1Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος.Verse 2Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτιἑώρωναὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.Verse 3Ἀνῆλθε δὲ εἰς τὸ ὄροςὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.Verse 4Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.Verse 5Ἐπάρας οὖνὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸςτὸν Φίλιππον,Πόθενἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;Verse 6Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τίἔμελλε ποιεῖν.Verse 7Ἀπεκρίθηαὐτῷ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστοςαὐτῶν βραχύτι λάβῃ.Verse 8Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,Verse 9Ἔστι παιδάριονἓν ὧδε,ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;Verse 10Εἶπεδὲ ὁ Ἰησοῦς,Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ.Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸνὡσεὶ πεντακισχίλιοι.Verse 11Ἔλαβεδὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκετοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.Verse 12Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ,Συναγάγετε τὰ περισσεύσαντακλάσματα, ἵνα μή τι ἀπόληται.Verse 13Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃἐπερίσσευσε τοῖς βεβρωκόσιν.Verse 14Οἱ οὖν ἄνθρωποι ἰδόντεςὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.Verse 15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιναὐτὸν βασιλέα,ἀνεχώρησεν εἰς τὸ ὄρος αὐτὸς μόνος.Jesus Walks on Water
Verse 16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,Verse 17καὶ ἐμβάντες εἰςτὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰςΚαπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶοὐκἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς.Verse 18Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντοςδιηγείρετο.Verse 19Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίουγινόμενον· καὶ ἐφοβήθησαν.Verse 20Ὁ δὲ λέγει αὐτοῖς,Ἐγώ εἰμι· μὴ φοβεῖσθε.Verse 21Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον· καὶ εὐθέωςτὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.I Am the Bread of Life
Verse 22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης,ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓνἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸπλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον—Verse 23ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου—Verse 24ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ,ἐνέβησαν αὐτοὶ εἰς τὰπλοῖα, καὶ ἦλθον εἰςΚαπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν.Verse 25Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ,Ῥαββί, πότε ὧδε γέγονας;Verse 26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν,Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.Verse 27Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ Θεός.Verse 28Εἶπον οὖν πρὸς αὐτόν, Τίποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;Verse 29ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς,Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵναπιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.Verse 30Εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;Verse 31Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.Verse 32Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς,Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐΜωσῆςδέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.Verse 33Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.Verse 34Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.Verse 35Εἶπεδὲ αὐτοῖς ὁ Ἰησοῦς,Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρόςμε οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴδιψήσῃ πώποτε.Verse 36Ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε.Verse 37Πᾶν ὃ δίδωσί μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρόςμε οὐ μὴ ἐκβάλω ἔξω.Verse 38Ὅτι καταβέβηκαἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.Verse 39Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός μεπατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ,ἀλλὰ ἀναστήσωαὐτὸτῇ ἐσχάτῃ ἡμέρᾳ.Verse 40Τοῦτοδέ ἐστι τὸ θέλημα τοῦπέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼτῇ ἐσχάτῃ ἡμέρᾳ.Verse 41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν,Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.Verse 42Καὶ ἔλεγον,Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶςοὖν λέγειοὗτος ὅτιἘκ τοῦ οὐρανοῦ καταβέβηκα;Verse 43Ἀπεκρίθηοὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς,Μὴ γογγύζετε μετ᾽ ἀλλήλων.Verse 44Οὐδεὶς δύναται ἐλθεῖν πρόςμε, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν,καὶ ἐγὼ ἀναστήσω αὐτὸνἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.Verse 45Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶΘεοῦ. Πᾶςοὖν ὁἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθών, ἔρχεται πρόςμε.Verse 46Οὐχ ὅτι τὸν πατέρατις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.Verse 47Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύωνεἰς ἐμέ, ἔχει ζωὴν αἰώνιον.Verse 48Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.Verse 49Οἱ πατέρες ὑμῶν ἔφαγοντὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον.Verse 50Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.Verse 51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου,ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν,ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.Verse 52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴνσάρκα φαγεῖν;Verse 53Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς,Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.Verse 54Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον,καὶ ἐγὼ ἀναστήσω αὐτὸντῇ ἐσχάτῃ ἡμέρᾳ.Verse 55Ἡ γὰρ σάρξ μουἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.Verse 56Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.Verse 57Καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνοςζήσεται δι᾽ ἐμέ.Verse 58Οὗτός ἐστιν ὁ ἄρτος ὁἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρεςὑμῶντὸ μάννα, καὶ ἀπέθανον· ὁ τρώγωντοῦτον τὸν ἄρτον,ζήσεται εἰς τὸν αἰῶνα.Verse 59Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐνΚαπερναούμ.The Words of Eternal Life
Verse 60Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦεἶπον, Σκληρός ἐστινοὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;Verse 61Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς,Τοῦτο ὑμᾶς σκανδαλίζει;Verse 62Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;Verse 63Τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼλαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.Verse 64Ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν.ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.Verse 65Καὶ ἔλεγε,Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρόςμου.Verse 66Ἐκ τούτου πολλοὶἀπῆλθοντῶν μαθητῶναὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.Verse 67Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα,Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;Verse 68Ἀπεκρίθηοὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.Verse 69Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁΧριστὸς ὁ υἱὸς τοῦ Θεοῦτοῦ ζῶντος.Verse 70Ἀπεκρίθη αὐτοῖςὁ Ἰησοῦς,Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;Verse 71Ἔλεγε δὲ τὸν Ἰούδαν ΣίμωνοςἸσκαριώτην· οὗτος γὰρἔμελλεν αὐτὸν παραδιδόναι, εἷςὢν ἐκ τῶν δώδεκα.