See Hebrew/Greek in BSB →
The Plot to Kill Jesus
14Verse 1Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.Verse 2Ἔλεγονδέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτεθόρυβος ἔσται τοῦ λαοῦ.Jesus Anointed at Bethany
Verse 3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς·καὶ συντρίψασατὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦκατὰ τῆς κεφαλῆς.Verse 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς,καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;Verse 5Ἠδύνατο γὰρτοῦτο πραθῆναι ἐπάνωτριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.Verse 6Ὁ δὲ Ἰησοῦς εἶπεν,Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργονεἰργάσατοἐν ἐμοί.Verse 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθεαὐτοὺςεὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.Verse 8Ὃἔσχεναὕτη ἐποίησε· προέλαβε μυρίσαιμου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.Verse 9Ἀμὴν λέγω ὑμῖν, ὅπουἐὰν κηρυχθῇ τὸ εὐαγγέλιοντοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.Judas Agrees to Betray Jesus
Verse 10Καὶὁ Ἰούδαςὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵναπαραδῷ αὐτὸν αὐτοῖς.Verse 11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷἀργύριον δοῦναι, καὶ ἐζήτει πῶςεὐκαίρως αὐτὸν παραδῷ.The Passover with the Disciples
Verse 12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντεςἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα;Verse 13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς,Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,Verse 14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸκατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;Verse 15Καὶ αὐτὸς ὑμῖν δείξειἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον·ἐκεῖ ἑτοιμάσατε ἡμῖν.Verse 16Καὶ ἐξῆλθον οἱ μαθηταὶαὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.Verse 17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.Verse 18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων,εἶπεν ὁ Ἰησοῦς,Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.Verse 19Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷςκαθ᾽ εἷς, Μήτι ἐγώ;Καὶ ἄλλος, Μήτι ἐγώ;Verse 20Ὁ δὲἀποκριθεὶς εἶπεν αὐτοῖς,Εἷςἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸτρυβλίον.Verse 21Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸνἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.The Institution of the Lord's Supper
Verse 22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼνὁ Ἰησοῦς ἄρτον,εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε,Λάβετε,φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.Verse 23Καὶ λαβὼντὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.Verse 24Καὶ εἶπεν αὐτοῖς,Τοῦτό ἐστι τὸ αἷμά μου,τὸ τῆς καινῆς διαθήκης, τὸπερὶ πολλῶν ἐκχυνόμενον.Verse 25Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦγενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.Verse 26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.Jesus Predicts Peter's Denial
Verse 27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτιΠάντες σκανδαλισθήσεσθεἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶδιασκορπισθήσεται τὰ πρόβατα.Verse 28Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.Verse 29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ,Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.Verse 30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς,Ἀμὴν λέγω σοι ὅτισὺ σήμερονἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶςἀπαρνήσῃ με.Verse 31Ὁδὲἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάνμε δέῃ συναποθανεῖν σοι, οὐ μή σεἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.Jesus Prays in the Garden of Gethsemane
Verse 32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομαΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ,Καθίσατε ὧδε, ἕωςπροσεύξωμαι.Verse 33Καὶ παραλαμβάνει τὸν Πέτρον καὶἸάκωβον καὶἸωάννηνμεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.Verse 34Καὶλέγει αὐτοῖς,Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.Verse 35Καὶπροσελθὼν μικρόν,ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα.Verse 36Καὶ ἔλεγεν,Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι.Παρένεγκε τὸ ποτήριονἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω,ἀλλὰ τί σύ.Verse 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ,Σίμων, καθεύδεις; Οὐκἴσχυσας μίαν ὥραν γρηγορῆσαι;Verse 38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴεἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.Verse 39Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.Verse 40Καὶὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰροἱ ὀφθαλμοὶ αὐτῶνβεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τίαὐτῷ ἀποκριθῶσι.Verse 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς,Καθεύδετελοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.Verse 42Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικε.Jesus Arrested
Verse 43Καὶεὐθέως, ἔτι αὐτοῦ λαλοῦντος,παραγίνεταιἸούδας, εἷςὢν τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλοςπολὺς μετὰ μαχαιρῶν καὶ ξύλων,παρὰ τῶν ἀρχιερέων καὶτῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.Verse 44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶἀπαγάγετε ἀσφαλῶς.Verse 45Καὶ ἐλθών,εὐθέως προσελθὼν αὐτῷ λέγειαὐτῷ,Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.Verse 46Οἱ δὲἐπέβαλονἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν.Verse 47Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸὠτίον.Verse 48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Ὡς ἐπὶ λῃστὴνἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;Verse 49Καθ᾽ ἡμέρανἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.Verse 50Καὶ ἀφέντες αὐτὸνπάντες ἔφυγον.A Young Man Flees
Verse 51Καὶεἷς τις νεανίσκοςἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸνοἱ νεανίσκοι·Verse 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγενἀπ᾽ αὐτῶν.Jesus Faces the Sanhedrin
Verse 53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονταιαὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.Verse 54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦνσυγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.Verse 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχεὕρισκον.Verse 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.Verse 57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντεςVerse 58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.Verse 59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.Verse 60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰςμέσονἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;Verse 61Ὁ δὲ ἐσιώπα, καὶοὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ;Verse 62Ὁ δὲ Ἰησοῦς εἶπεν,Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπουἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενονμετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.Verse 63Ὁ δὲ ἀρχιερεὺςδιαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;Verse 64Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸνεἶναι ἔνοχον θανάτου.Verse 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειντὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ,Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸνἔβαλλον.Peter Denies Jesus
Verse 66Καὶ ὄντος τοῦ Πέτρουἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,Verse 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦΝαζαρηνοῦἸησοῦ ἦσθα.Verse 68Ὁ δὲ ἠρνήσατο, λέγων,Οὐκ οἶδα,οὐδὲ ἐπίσταμαιτί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον·καὶ ἀλέκτωρ ἐφώνησε.Verse 69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸνπάλιν ἤρξατο λέγειν τοῖςπαρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.Verse 70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ,καὶ ἡ λαλιά σου ὁμοιάζει.Verse 71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.Verse 72Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτροςτὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτιΠρὶν ἀλέκτοραφωνῆσαι δίς,ἀπαρνήσῃ με τρίς.Καὶ ἐπιβαλὼν ἔκλαιε.