See Hebrew/Greek in BSB →
Jesus Heals a Paralytic
2Verse 1Καὶεἰσῆλθε πάλιν εἰςΚαπερναοὺμ δι᾽ ἡμερῶν·καὶ ἠκούσθη ὅτιεἰς οἶκόν ἐστι.Verse 2Καὶεὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.Verse 3Καὶ ἔρχονταιπρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.Verse 4Καὶ μὴ δυνάμενοιπροσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸνκράββατονἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο.Verse 5Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ,Τέκνον,ἀφέωνταίσοι αἱ ἁμαρτίαι σου.Verse 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,Verse 7Τί οὗτος οὕτω λαλεῖβλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;Verse 8Καὶεὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτωςαὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς,εἶπεν αὐτοῖς,Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;Verse 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ,Ἀφέωνταίσου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν,Ἔγειραι, καὶ ἆρόνσου τὸν κράββατον, καὶ περιπάτει;Verse 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπουἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—λέγει τῷ παραλυτικῷ—Verse 11Σοὶ λέγω,ἔγειραικαὶ ἆρον τὸνκράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.Verse 12Καὶ ἠγέρθηεὐθέως, καὶ ἄρας τὸνκράββατον, ἐξῆλθενἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτιΟὐδέποτε οὕτωςεἴδομεν.Jesus Calls Levi
Verse 13Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.Verse 14Καὶ παράγων εἶδεΛευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ,Ἀκολούθει μοι.Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.Verse 15Καὶἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶἠκολούθησαν αὐτῷ.Verse 16Καὶ οἱ γραμματεῖςκαὶ οἱ Φαρισαῖοι, ἰδόντεςαὐτὸν ἐσθίοντα μετὰ τῶντελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ,Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίεικαὶ πίνει;Verse 17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγειαὐτοῖς,Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους,ἀλλὰ ἁμαρτωλοὺςεἰς μετάνοιαν.A Question About Fasting
Verse 18Καὶ ἦσαν οἱ μαθηταὶἸωάννου καὶ οἱτῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶἸωάννου καὶοἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;Verse 19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον χρόνονμεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·Verse 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐνἐκείναις ταῖς ἡμέραις.Verse 21Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφουἐπιρράπτει ἐπὶἱματίῳ παλαιῷ· εἰ δὲμή, αἴρει τὸ πλήρωμααὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμαγίνεται.Verse 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή,ῥήσσει ὁ οἶνοςὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνοςἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺςβλητέον.Jesus Is Lord of the Sabbath
Verse 23Καὶ ἐγένετοπαραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.Verse 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσινἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;Verse 25Καὶαὐτὸς ἔλεγεν αὐτοῖς,Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεΔαυίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;Verse 26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴτοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;Verse 27Καὶ ἔλεγεν αὐτοῖς,Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο,οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·Verse 28ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.