See Hebrew/Greek in BSB →
The Plot to Kill Jesus
26Verse 1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦςπάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,Verse 2Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.Verse 3Τότε συνήχθησαν οἱ ἀρχιερεῖςκαὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,Verse 4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦνδόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.Verse 5Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.Jesus Anointed at Bethany
Verse 6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,Verse 7προσῆλθεν αὐτῷ γυνὴἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶτὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.Verse 8Ἰδόντες δὲ οἱ μαθηταὶαὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;Verse 9Ἠδύνατο γὰρ τοῦτοτὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναιπτωχοῖς.Verse 10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸνεἰργάσατο εἰς ἐμέ.Verse 11Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.Verse 12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.Verse 13Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.Judas Agrees to Betray Jesus
Verse 14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,Verse 15εἶπε, Τί θέλετέ μοι δοῦναι,κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια,Verse 16καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.The Passover with the Disciples
Verse 17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντεςαὐτῷ, Ποῦ θέλειςἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα;Verse 18Ὁ δὲ εἶπεν,Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.Verse 19Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.Verse 20Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶνδώδεκα.Verse 21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν,Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.Verse 22Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε;Verse 23Ὁ δὲ ἀποκριθεὶς εἶπεν,Ὁ ἐμβάψας μετ᾽ ἐμοῦἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.Verse 24Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.Verse 25Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι,ῥαββί; Λέγει αὐτῷ,Σὺ εἶπας.The Institution of the Lord's Supper
Verse 26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦςτὸν ἄρτον, καὶεὐχαριστήσας ἔκλασε καὶἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε,Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.Verse 27Καὶ λαβὼντὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων,Πίετε ἐξ αὐτοῦ πάντες·Verse 28τοῦτο γάρ ἐστι τὸ αἷμά μου,τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶνἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.Verse 29Λέγω δὲ ὑμῖνὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦγεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.Verse 30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.Jesus Predicts Peter's Denial
Verse 31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς,Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶδιασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.Verse 32Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.Verse 33Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼδὲ οὐδέποτε σκανδαλισθήσομαι.Verse 34Ἔφη αὐτῷ ὁ Ἰησοῦς,Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.Verse 35Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σεἀπαρνήσωμαι. Ὁμοίωςδὲ καὶ πάντες οἱ μαθηταὶεἶπον.Jesus Prays in the Garden of Gethsemane
Verse 36Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενονΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς,Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼνπροσεύξωμαι ἐκεῖ.Verse 37Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.Verse 38Τότε λέγει αὐτοῖςὁ Ἰησοῦς,Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.Verse 39Καὶπροσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων,Πάτερ μου, εἰ δυνατόν ἐστι,παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.Verse 40Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ,Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ;Verse 41Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.Verse 42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων,Πάτερ μου, εἰ οὐ δύναται τοῦτοτὸ ποτήριον παρελθεῖνἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.Verse 43Καὶ ἐλθὼνεὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.Verse 44Καὶ ἀφεὶς αὐτοὺςἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγονεἰπών.Verse 45Τότε ἔρχεται πρὸς τοὺς μαθητὰςαὐτοῦ, καὶ λέγει αὐτοῖς,Καθεύδετετὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.Verse 46Ἐγείρεσθε, ἄγωμεν. Ἰδού,ἤγγικεν ὁ παραδιδούς με.Jesus Arrested
Verse 47Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.Verse 48Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃνἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.Verse 49Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε,ῥαββί· καὶ κατεφίλησεν αὐτόν.Verse 50Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ,Ἑταῖρε, ἐφ᾽ᾧ πάρει;Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.Verse 51Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.Verse 52Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς,Ἀπόστρεψόνσου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐνμαχαίρᾳἀποθανοῦνται.Verse 53Ἢ δοκεῖς ὅτι οὐ δύναμαιἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοιπλείους ἢ δώδεκαλεγεῶνας ἀγγέλων;Verse 54Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;Verse 55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις,Ὡς ἐπὶ λῃστὴνἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέρανπρὸς ὑμᾶςἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.Verse 56Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν.Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.Jesus Faces the Sanhedrin
Verse 57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.Verse 58Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.Verse 59Οἱ δὲ ἀρχιερεῖςκαὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπωςθανατώσωσιν αὐτόν,Verse 60καὶ οὐχ εὗρον.Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.Verse 61Ὕστερον δὲ προσελθόντες δύοψευδομάρτυρεςεἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαιαὐτόν.Verse 62Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;Verse 63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ.Verse 64Λέγει αὐτῷ ὁ Ἰησοῦς,Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.Verse 65Τότε ὁ ἀρχιερεὺςδιέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγωνὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαναὐτοῦ.Verse 66Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντεςεἶπον, Ἔνοχος θανάτου ἐστί.Verse 67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲἐρράπισαν,Verse 68λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;Peter Denies Jesus
Verse 69Ὁ δὲ Πέτροςἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.Verse 70Ὁ δὲ ἠρνήσατο ἔμπροσθεναὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις.Verse 71Ἐξελθόντα δὲαὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγειαὐτοῖς ἐκεῖ,Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.Verse 72Καὶ πάλιν ἠρνήσατομεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.Verse 73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.Verse 74Τότε ἤρξατοκαταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶεὐθέως ἀλέκτωρ ἐφώνησε.Verse 75Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματοςτοῦ Ἰησοῦ εἰρηκότοςαὐτῷ ὅτιΠρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.