Revelation 20 — TCG See Hebrew/Greek in BSB → Satan Bound for a Thousand Years20Verse 1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν+κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.Verse 2Καὶ ἐκράτησε τὸν δράκοντα,+τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶ+ὁ Σατανᾶς,+ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.Verse 3Καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ+ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ+πλανᾷ+ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ+τὰ χίλια ἔτη.+Μετὰ ταῦτα δεῖ+λυθῆναι αὐτὸν μικρὸν χρόνον.Verse 4Καὶ εἶδον θρόνους—καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς—καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν+τὸ θηρίον+οὐδὲ+τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ+τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ+τοῦ Χριστοῦ+τὰ χίλια ἔτη.Verse 5+Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.Verse 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ+δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι+μετ᾽ αὐτοῦ+χίλια ἔτη.Satan Thrown into the Lake of FireVerse 7Καὶ+μετὰ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,Verse 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ+τὸν Μαγώγ,+συναγαγεῖν αὐτοὺς εἰς+τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς+αὐτῶν+ὡς ἡ ἄμμος τῆς θαλάσσης.Verse 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ+ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην, καὶ κατέβη+πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς.Verse 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς+καὶ θείου, ὅπου+καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Judgment Before the Great White ThroneVerse 11Καὶ εἶδον θρόνον+μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽+αὐτόν, οὗ ἀπὸ+προσώπου ἔφυγεν+ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.Verse 12Καὶ εἶδον τοὺς νεκρούς,+τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ+θρόνου. Καὶ βιβλία+ἤνοιξαν, καὶ+ἄλλο βιβλίον+ἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.Verse 13Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς+νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς+νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα+αὐτοῦ.Verse 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.+Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.Verse 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν+τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. Chapter 19 Chapter 21
Revelation 20 — TCG
See Hebrew/Greek in BSB →
Satan Bound for a Thousand Years
20Verse 1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν+κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.Verse 2Καὶ ἐκράτησε τὸν δράκοντα,+τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶ+ὁ Σατανᾶς,+ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.Verse 3Καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ+ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ+πλανᾷ+ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ+τὰ χίλια ἔτη.+Μετὰ ταῦτα δεῖ+λυθῆναι αὐτὸν μικρὸν χρόνον.Verse 4Καὶ εἶδον θρόνους—καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς—καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν+τὸ θηρίον+οὐδὲ+τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ+τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ+τοῦ Χριστοῦ+τὰ χίλια ἔτη.Verse 5+Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.Verse 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ+δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι+μετ᾽ αὐτοῦ+χίλια ἔτη.Satan Thrown into the Lake of Fire
Verse 7Καὶ+μετὰ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,Verse 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ+τὸν Μαγώγ,+συναγαγεῖν αὐτοὺς εἰς+τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς+αὐτῶν+ὡς ἡ ἄμμος τῆς θαλάσσης.Verse 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ+ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην, καὶ κατέβη+πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς.Verse 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς+καὶ θείου, ὅπου+καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Judgment Before the Great White Throne
Verse 11Καὶ εἶδον θρόνον+μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾽+αὐτόν, οὗ ἀπὸ+προσώπου ἔφυγεν+ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.Verse 12Καὶ εἶδον τοὺς νεκρούς,+τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ+θρόνου. Καὶ βιβλία+ἤνοιξαν, καὶ+ἄλλο βιβλίον+ἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.Verse 13Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς+νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς+νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα+αὐτοῦ.Verse 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.+Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.Verse 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν+τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.