Tools
Commentary

Zechariah 10 — BRE

See Hebrew/Greek in BSB →

10Verse 1Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθʼ ὥραν, πρώϊμον καὶ ὄψιμον· Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.Verse 2Διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διατοῦτο ἐξηράνθησαν ὡς πρόβατα, καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις.Verse 3Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ, τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ,Verse 4καὶ ἀπʼ αὐτοῦ ἐπέβλεψε, καὶ ἀπʼ αὐτοῦ ἔταξε, καὶ ἀπʼ αὐτοῦ τόξον ἐν θυμῷ, ἀπʼ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ.Verse 5Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετʼ αὐτῶν· καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.Verse 6Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπησα αὐτοὺς, καὶ ἔσονται, ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς· διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· καὶ ἐπακούσομαι αὐτοῖς,Verse 7καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραὶμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται, καὶ εὐφρανθήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.Verse 8Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί.Verse 9Καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, ἐκθρέψουσι τὰ τέκνα αὐτῶν, καὶ ἐπιστρέψουσι.Verse 10Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλααδίτιν, καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς.Verse 11Καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ, πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται.Verse 12Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?