Tools
Commentary

Zechariah 11 — BRE

See Hebrew/Greek in BSB →

11Verse 1Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.Verse 2Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.Verse 3Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.Verse 4Τάδε λέγει Κύριος παντοκράτωρ, ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς,Verse 5ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον, εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπʼ αὐτοῖς.Verse 6Διατοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους, ἕκαστον εἰς χεῖρα τοῦ πλησίον αὐτοῦ, καὶ εἰς χεῖρα βασιλέως αὐτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.Verse 7Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χαναανίτιν· καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μὲν μίαν ἐκάλεσα Κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα.Verse 8Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπʼ αὐτοὺς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπʼ ἐμέ.Verse 9Καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλιπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.Verse 10Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαοὺς,Verse 11καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί.Verse 12Καὶ ἐρῶ πρὸς αὐτοὺς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριακοντα ἀργυροῦς.Verse 13Καὶ εἶπε Κύριος πρὸς μὲ, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν, καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον.Verse 14Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ.Verse 15Καὶ εἶπε Κύριος πρὸς μὲ, ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου·Verse 16διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἑκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.Verse 17Ὢ οἱ ποιμαίνοντες τὰ μάταια, καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ, ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?