Tools
Commentary

Mark 1 — SBL

See Hebrew/Greek in BSB →

1Verse 1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ ⸀χριστοῦ+Verse 2⸀Καθὼς+γέγραπται ἐν ⸂τῷ Ἠσαΐᾳ τῷ προφήτῃ+· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν ⸀σου·++Verse 3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,Verse 4ἐγένετο Ἰωάννης ⸀ὁ+βαπτίζων ἐν τῇ ⸀ἐρήμῳ+κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.Verse 5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται ⸂πάντες, καὶ ἐβαπτίζοντο⸃ ⸂ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.++Verse 6⸂καὶ ἦν+ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.Verse 7καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·Verse 8⸀ἐγὼ+ἐβάπτισα ⸀ὑμᾶς+ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ⸀ἐν+πνεύματι ἁγίῳ.Verse 9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ⸂εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου+.Verse 10καὶ ⸀εὐθὺς+ἀναβαίνων ⸀ἐκ+τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡς+περιστερὰν καταβαῖνον ⸀εἰς+αὐτόν·Verse 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶ+εὐδόκησα.Verse 12Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.Verse 13καὶ ⸀ἦν+ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας+πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.Verse 14⸂Καὶ μετὰ+τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ ⸀εὐαγγέλιον+τοῦ θεοῦVerse 15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.Verse 16⸂Καὶ παράγων+παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸν+Σίμωνος ⸀ἀμφιβάλλοντας+ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς·Verse 17καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.Verse 18καὶ ⸀εὐθὺς+ἀφέντες τὰ ⸀δίκτυα+ἠκολούθησαν αὐτῷ.Verse 19καὶ ⸀προβὰς+ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,Verse 20καὶ ⸀εὐθὺς+ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.Verse 21Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς+τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν+.Verse 22καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.Verse 23καὶ ⸀εὐθὺς+ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξενVerse 24λέγων· ⸀Τί+ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.Verse 25καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.Verse 26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν+φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.Verse 27καὶ ἐθαμβήθησαν ⸀ἅπαντες+ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς+λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή+· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.Verse 28⸂καὶ ἐξῆλθεν+ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ+εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.Verse 29Καὶ ⸀εὐθὺς+ἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντες ἦλθον+εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.Verse 30ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸀εὐθὺς+λέγουσιν αὐτῷ περὶ αὐτῆς.Verse 31καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς ⸀χειρός+καὶ ἀφῆκεν αὐτὴν ὁ ⸀πυρετός+καὶ διηκόνει αὐτοῖς.Verse 32Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ+ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·Verse 33καὶ ⸂ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη+πρὸς τὴν θύραν.Verse 34καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⸀αὐτόν+Verse 35Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.Verse 36καὶ ⸀κατεδίωξεν+αὐτὸν ⸀Σίμων+καὶ οἱ μετʼ αὐτοῦ,Verse 37καὶ ⸂εὗρον αὐτὸν καὶ+λέγουσιν αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίν σε+.Verse 38καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦ+εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον+Verse 39καὶ ⸀ἦλθεν+κηρύσσων ⸂εἰς τὰς συναγωγὰς+αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.Verse 40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶν+λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.Verse 41⸀καὶ+⸀ὀργισθεὶς+ἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο+καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·Verse 42καὶ ⸀εὐθὺς+ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.Verse 43καὶ ἐμβριμησάμενος αὐτῷ ⸀εὐθὺς+ἐξέβαλεν αὐτόν,Verse 44καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.Verse 45ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ⸀ἐπʼ+ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸀πάντοθεν+
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?