Tools
Commentary

Mark 2 — SBL

See Hebrew/Greek in BSB →

2Verse 1Καὶ ⸀εἰσελθὼν+πάλιν εἰς Καφαρναοὺμ διʼ ⸀ἡμερῶν+ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ+ἐστίν·Verse 2⸀καὶ+συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.Verse 3καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν+αἰρόμενον ὑπὸ τεσσάρων.Verse 4καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι+αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου+ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο.Verse 5⸂καὶ ἰδὼν+ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου+αἱ ⸀ἁμαρτίαι+Verse 6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·Verse 7Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ+τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;Verse 8καὶ ⸀εὐθὺς+ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως+διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει+αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;Verse 9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί+σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε+καὶ ἆρον ⸂τὸν κράβαττόν σου+καὶ περιπάτει;Verse 10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας+— λέγει τῷ παραλυτικῷ·Verse 11Σοὶ λέγω, ⸀ἔγειρε+ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.Verse 12καὶ ἠγέρθη ⸂καὶ εὐθὺς+ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν+πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε+εἴδομεν.Verse 13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.Verse 14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.Verse 15Καὶ ⸀γίνεται+κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν+αὐτῷ.Verse 16καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων+⸀ἰδόντες+⸂ὅτι ἐσθίει+μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν+ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι+μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν+⸀ἐσθίει+Verse 17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι+Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλʼ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς+Verse 18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι+νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ+Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;Verse 19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν+οὐ δύνανται νηστεύειν·Verse 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ+.Verse 21⸀Οὐδεὶς+ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν+· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπʼ+αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.Verse 22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος+τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί+. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς+Verse 23Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι+διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο+ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.Verse 24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν+τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;Verse 25καὶ ⸀λέγει+αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;Verse 26⸀πῶς+εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς+, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;Verse 27καὶ+ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·Verse 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?