Mark 4 — SBL
4Verse 1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται+πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος+ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα+καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν+Verse 2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·Verse 3Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων+σπεῖραι.Verse 4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.Verse 5⸂καὶ ἄλλο+ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου+οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς+ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Verse 6⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος+⸀ἐκαυματίσθη+καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.Verse 7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.Verse 8καὶ ⸀ἄλλα+ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα+καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν+ἑκατόν.Verse 9καὶ ἔλεγεν· ⸂Ὃς ἔχει+ὦτα ἀκούειν ἀκουέτω.Verse 10⸂Καὶ ὅτε+ἐγένετο κατὰ μόνας, ⸀ἠρώτων+αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς+.Verse 11καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται+τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,Verse 12ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς+Verse 13Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;Verse 14ὁ σπείρων τὸν λόγον σπείρει.Verse 15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺς+ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς+.Verse 16καὶ οὗτοί εἰσιν ⸀ὁμοίως+οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς+μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,Verse 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς+σκανδαλίζονται.Verse 18καὶ ⸀ἄλλοι+εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν+οἱ τὸν λόγον ⸀ἀκούσαντες+Verse 19καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος+καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.Verse 20καὶ ⸀ἐκεῖνοί+εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν+ἑκατόν.Verse 21Καὶ ἔλεγεν ⸀αὐτοῖς+Μήτι ⸂ἔρχεται ὁ λύχνος+ἵνα ὑπὸ τὸν μόδιον τεθῇ+ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ;Verse 22οὐ γάρ ἐστιν ⸀κρυπτὸν+ἐὰν μὴ ⸀ἵνα+φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν+.Verse 23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.Verse 24καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν+καὶ προστεθήσεται ⸀ὑμῖν.Verse 25ὃς γὰρ ⸀ἔχει+δοθήσεται αὐτῷ· καὶ ὃ+οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.Verse 26Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς+ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆςVerse 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ+καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.Verse 28⸀αὐτομάτη+ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα+⸂πλήρης σῖτον+ἐν τῷ στάχυϊ.Verse 29ὅταν δὲ ⸀παραδοῖ+ὁ καρπός, ⸀εὐθὺς+ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.Verse 30Καὶ ἔλεγεν· ⸀Πῶς+ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι+⸂αὐτὴν παραβολῇ θῶμεν+;Verse 31ὡς ⸀κόκκῳ+σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν+πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—+Verse 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων+καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.Verse 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·Verse 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς+ἐπέλυεν πάντα.Verse 35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν.Verse 36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα+ἦν μετʼ αὐτοῦ.Verse 37καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου+, ⸂καὶ τὰ+κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον+.Verse 38καὶ ⸂αὐτὸς ἦν+⸀ἐν+τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν+αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;Verse 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.Verse 40καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω+ἔχετε πίστιν;Verse 41καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει+αὐτῷ;