Tools
Commentary

Mark 3 — SBL

See Hebrew/Greek in BSB →

3Verse 1Καὶ εἰσῆλθεν πάλιν ⸀εἰς+συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.Verse 2καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιν+αὐτοῦ.Verse 3καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν+· ⸀Ἔγειρε+εἰς τὸ μέσον.Verse 4καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαι+ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.Verse 5καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα+καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ+Verse 6καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺς+μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουν+κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.Verse 7Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν+πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν+καὶ ἀπὸ τῆς ἸουδαίαςVerse 8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶ+πέραν τοῦ Ἰορδάνου ⸁καὶ+περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντες+ὅσα ⸀ἐποίει+ἦλθον πρὸς αὐτόν.Verse 9καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν·Verse 10πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.Verse 11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.+++Verse 12καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν+⸀ποιήσωσιν+Verse 13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.Verse 14καὶ ἐποίησεν ⸀δώδεκα+ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσεινVerse 15καὶ ἔχειν ⸀ἐξουσίαν+ἐκβάλλειν τὰ δαιμόνια·Verse 16καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,++Verse 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματα+Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς),Verse 18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον+Verse 19καὶ Ἰούδαν ⸀Ἰσκαριώθ+ὃς καὶ παρέδωκεν αὐτόν.Verse 20Καὶ ⸀ἔρχεται+εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ+ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲ+ἄρτον φαγεῖν.Verse 21καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.Verse 22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.Verse 23καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;Verse 24καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·Verse 25καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται+⸂ἡ οἰκία ἐκείνη σταθῆναι+·Verse 26καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη+οὐ δύναται ⸀στῆναι+ἀλλὰ τέλος ἔχει.Verse 27⸂ἀλλʼ οὐδεὶς δύναται+⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη+αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει+Verse 28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν·++Verse 29ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος+Verse 30ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.Verse 31⸂Καὶ ἔρχονται+⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ+καὶ ἔξω ⸀στήκοντες+ἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντες+αὐτόν.Verse 32καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος+, ⸂καὶ λέγουσιν+αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου+καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε.Verse 33καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει+· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ+οἱ ἀδελφοί ⸀μου+Verse 34καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ+καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·Verse 35ὃς ⸀γὰρ+ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴ+καὶ μήτηρ ἐστίν.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?