Tools
Commentary

Mark 1 — SRG

See Hebrew/Greek in BSB →

1Verse 1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ,*⸂υἱοῦ τοῦ θεοῦ.⸃Verse 2*⸂Ὡς⸃ γέγραπται ἐν*⸂2τοῖς προφήταις,⸃ Ἰδού,*⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου*⸋2ἔμπροσθέν σου.⸌Verse 3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.Verse 4Ἐγένετο Ἰωάννης*⸆ βαπτίζων ἐν τῇ ἐρήμῳ,*⸋καὶ⸌ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.Verse 5Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται,*⸉καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.Verse 6*⸂Ἦν δὲ⸃*⸋ὁ⸌ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.Verse 7Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.Verse 8Ἐγὼ*⸋μὲν⸌ ἐβάπτισα ὑμᾶς*⸂ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.⸃Verse 9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν*⸆ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη*⸉ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊Verse 10Καὶ*⸂εὐθέως⸃ ἀναβαίνων*⸂2ἀπὸ⸃ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα*⸂3ὡσεὶ⸃ περιστερὰν καταβαῖνον*⸂4ἐπ᾽⸃ αὐτόν·Verse 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν*⸂ᾧ⸃ εὐδόκησα.Verse 12Καὶ*⸂εὐθὺς⸃ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.Verse 13Καὶ ἦν*⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ*⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.Verse 14*⸂Μετὰ δὲ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον*⸋τῆς βασιλείας⸌ τοῦ θεοῦ,Verse 15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.Verse 16*⸂Περιπατῶν δὲ⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν*⸂2αὐτοῦ τοῦ Σίμωνος⸃*⸂3βάλλοντας ἀμφίβληστρον⸃ ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.Verse 17Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.Verse 18Καὶ*⸂εὐθέως⸃ ἀφέντες τὰ δίκτυα*⸋αὐτῶν,⸌ ἠκολούθησαν αὐτῷ.Verse 19Καὶ προβὰς*⸋ἐκεῖθεν⸌ ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.Verse 20Καὶ*⸂εὐθέως⸃ ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.Verse 21Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ*⸂εὐθέως⸃ τοῖς σάββασιν*⸂2εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν.⸃Verse 22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.Verse 23Καὶ*⸆ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν,Verse 24λέγων,*⸋Ἔα,⸌ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.Verse 25Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.Verse 26Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ*⸂κράξαν⸃ φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.Verse 27Καὶ ἐθαμβήθησαν*⸂πάντες,⸃ ὥστε συζητεῖν*⸋πρὸς⸌*⸂2ἑαυτούς,⸃ λέγοντας, Τί ἐστιν τοῦτο;*⸂3Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη,⸃*⸋2ὅτι⸌ κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;Verse 28*⸂Ἐξῆλθεν δὲ⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς*⸆ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.Verse 29Καὶ*⸂εὐθέως⸃ ἐκ τῆς συναγωγῆς*⸂2ἐξελθόντες, ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.Verse 30Ἡ δὲ πενθερὰ*⸆ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ*⸂εὐθέως⸃ λέγουσιν αὐτῷ περὶ αὐτῆς·Verse 31καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς*⸋αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς*⸋2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.Verse 32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·Verse 33καὶ*⸉ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν⸊ πρὸς τὴν θύραν.Verse 34Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.*Verse 35Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.Verse 36Καὶ*⸂κατεδίωξαν⸃ αὐτὸν*⸋ὁ⸌ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·Verse 37καὶ*⸂εὑρόντες αὐτὸν⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες*⸉σε ζητοῦσιν.⸊Verse 38Καὶ λέγει αὐτοῖς, Ἄγωμεν*⸆ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ*⸂ἐξελήλυθα.⸃Verse 39Καὶ*⸂ἦν⸃ κηρύσσων*⸂2ἐν ταῖς συναγωγαῖς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.Verse 40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν*⸋αὐτόν,⸌*⸋2καὶ⸌ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.Verse 41*⸂Ὁ δὲ Ἰησοῦς⸃*⸂2σπλαγχνισθείς,⸃ ἐκτείνας τὴν χεῖρα,*⸉ἥψατο αὐτοῦ,⸊ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.Verse 42Καὶ*⸋εἰπόντος αὐτοῦ⸌*⸂εὐθέως⸃ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.Verse 43Καὶ ἐμβριμησάμενος αὐτῷ,*⸂εὐθέως⸃ ἐξέβαλεν αὐτόν,Verse 44καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ*⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.Verse 45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω*⸂ἐν⸃ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν*⸂2πανταχόθεν.⸃
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?